Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.597
Not analysed yet
ἔστιν, ὥρισέ τε καὶ γενέσθαι βεβούλευται, διεκόμισεν εἰς πέρας. Καὶ τίνα ταῦτά ἐστι; Τὸ ἠθετῆσθαι πάντως που, τὸ μηκέτι σχεῖν τὸν νοητὸν ὑετόν. Τὸ ὑπομεῖναι τὴν πολιορκίαν, τὸ ἐν ἐνδείᾳ γενέσθαι τῆς ἄνωθεν εὐμενείας, καὶ περιβολῆς. Ἐμπέπρησται γὰρ καὶ εἰς ἀχρειότητα κατεκομίσθη παντελῆ. Καὶ κατακέκαυμαι, βοήσονται πάντες, φησὶν, οἱ κατοικοῦντες ἐν αὐτῇ. Κἂν εἰ βούλοιτό τις ἱστορικώτερον τοῖς προσκειμένοις προσβαλεῖν, κατεμπρησθεῖσαν εὑρήσει τὴν Ἱερουσαλήμ. Εἰ δὲ δὴ καὶ καθ' ἕτερον τρόπον, ὁ ἐμπρησμὸς ἐν τούτοις τὴν εἰσάπαν ἀχρειότητα δηλοῖ. Καὶ τὸν ὁλοτρόπως ἐπιῤῥιφέντα τοῖς Ἰουδαίοις ἀφανισμὸν, μονονουχὶ τῆς θείας ὀργῆς καταπιμπράσης αὐτοὺς, καὶ χοῦν οἷά περ καὶ σποδιὰν ἀποφαίνοντος. Τοιοῦτόν τί φησι καὶ ὁ θεσπέσιος προφήτης Ἱερεμίας ὡς πρός γε τὴν Ἱερουσαλήμ· «Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς· ἀνήφθη πῦρ ἐπ' αὐτὴν, μεγάλη ἡ θλίψις ἐπ' αὐτήν.» Ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς. Ἀχρειοῖ γὰρ ὁλοτρόπως τὴν τοῦ ἀνθρώπου ψυχὴν, τὸ ἀποφοιτῆσαι Θεοῦ, καὶ ἀμοιρῆσαι παντελῶς τῆς παρ' αὐτοῦ χάριτος, καὶ ἐπικουρίας. «Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρα Θεοῦ ζῶντος,» καὶ καθά φησιν ὁ Μωσῆς, «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν.» Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ. Βλαστήσει, καὶ ἐξανθήσει Ἰσραὴλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Ὡς τῶν Ἰουδαίων ἀπειρηκότων τὴν εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἀγάπην τε καὶ πίστιν, ὡς ἀπολακτίσαντος μὲν τοῦ ἠγαπημένου, μεταστήσαντος δὲ τὴν κλῆσιν ἐπὶ τὰ ἔθνη, καὶ τοὺς ἐκ περάτων τῆς ὑπ' οὐρανὸν σαγηνεύοντος τοῦ Χριστοῦ διὰ τῶν ἁγίων ἀποστόλων, ὁ μακάριος προφήτης τοῖς ἁπανταχόθεν λαοῖς σοφὸς προαναφαίνεται σύμβουλος, καί φησι πρὸς αὐτούς· Ἀποπεφοίτηκε μὲν ὁ Ἰσραὴλ, ἀπελάκτισεν ὁ πρωτότοκος, ἀρνεῖται τὴν πίστιν, δεδυσσέβηκεν εἰς τὸν λυτρωτήν· ἀλλ' ἡμεῖς οἱ ἐρχόμενοι, τοῦτ' ἔστιν, οἱ μέλλοντες ἥξειν κατὰ καιρούς· ἥξειν δὲ δὴ πάντως ὡς ἀπὸ σκότους εἰς φῶς, ἐξ ἀμαθίας Ἑλληνικῆς εἰς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, ἐξ ἁμαρτιῶν εἰς δικαίωσιν· ποιήσωμεν εἰρήνην αὐτῷ, τοῦτ' ἔστι, τὴν ἀρχαίαν καταλύσαντες ἔχθραν, εἰρηνεύσωμεν πρὸς τὸν Θεόν. Ἀνῃρημένης γὰρ τῆς ἁμαρτίας καὶ κατηργημένου τοῦ Σατανᾶ, καὶ οὐδενὸς ὄντος ἔτι διακωλύοντος, τοῦ διϊστάντος καὶ χωρίζοντος ἡμᾶς ἀπὸ Χριστοῦ, συναινέσωμεν τοῖς αὐτοῦ θεσπίσμασιν· ἀκολουθήσωμεν οἷς ἂν βούλοιτό τε καὶ λέγοι, ὑπαγάγωμεν τὸν αὐχένα τοῖς Εὐαγγελικοῖς κηρύγμασι· ποιήσομεν γὰρ οὕτω τὴν πρὸς αὐτὸν εἰρήνην. Τοιοῦτό τί φησι καὶ ὁ πάνσοφος Παῦλος τοῖς ἐξ ἐθνῶν κεκλημένοις· «Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Παρακαλέσας τοίνυν τοὺς ἐρχομένους, περὶ ὧν καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,» μεθίστησι τὸν λόγον ἐπ' αὐτοὺς τοὺς ἁγίους ἀποστόλους