Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.600
Not analysed yet
ὅτι κατακτήσονται τῷ Θεῷ τὴν ὑπ' οὐρανὸν, ἐννενοηκὼς, ἤτοι μεμαθηκὼς διὰ τοῦ ἁγίου Πνεύματος ἀνασκιρτᾷ τρόπον τινὰ, καί φησιν ἐκ πολλῆς ἄγαν τῆς περιχαρείας· Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξ ἀνθήσει Ἰσραὴλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Γεγόνασι μὲν γὰρ ἐξ αἵματος Ἰακὼβ, ὃς μετωνόμασται καὶ Ἰσραὴλ, οἱ θεσπέσιοι μαθηταί. Ἐπειδὴ δὲ ἐξ ἠοῦς εἰς ἑσπέραν, καὶ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, κέκληται πρὸς ἐπίγνωσιν τῶν ἐθνῶν ἡ πληθὺς, καὶ καθά φησι τῆς προφητείας ὁ λόγος, ἐνεπλήσθη ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Καὶ τίνος ἄρα; Ἢ δηλονότι τοῦ Ἰσραὴλ, τοῦτ' ἔστι, τῶν ἐξ αἵματος Ἰσραήλ. Καρποὶ γὰρ ἱδρώτων ἀποστολικῶν οἱ πιστεύσαντες· χαρὰν δὲ αὐτοὺς καὶ στέφανον ὁ θεσπέσιος ὠνόμασε Παῦλος· καύχημα γὰρ ἀληθῶς καὶ δόξα τῶν ἁγίων μυσταγωγῶν οἱ δι' αὐτῶν σεσωσμένοι. Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται, καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; Μαχόμενος, καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς. Ἕπεται σφόδρα τοῖς εἰρημένοις ἡ τῶν προκειμένων διάνοια· καὶ κατὰ τίνα δὲ τρόπον ἐροῦμεν ὡς ἔνι. Ἔφημεν γὰρ ὅτι τέκνα Ἰακὼβ βλαστήσει καὶ ἐξανθήσει, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Ἀλλ' ὥσπερ τινὸς ἀντεγειρομένου τε καὶ λέγοντος· Καίτοι δεδυσσέβηκεν οὐ μετρίως ὁ Ἰσραήλ· σκληρὸς γὰρ γέγονε καὶ δυσάγωγος, καὶ ἀπέκτονε μὲν ἁγίους, ἐπεπήδησε δὲ δικαίῳ παντὶ καὶ προφήτῃ, καὶ αἱμάτων ἔχει τὴν χεῖρα μεμεστωμένην· εἶτα πῶς ἐξανθήσει πάλιν, καὶ ὡς γεγονότος τῶν ἐκτόπων οὐδενὸς ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ; πρὸς δὴ τὰ τοιάδε φησὶν ὁ προφήτης· Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται; Ἢ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; Ἐχρήσατο μὲν γὰρ, φησὶ, κατὰ τῶν ἁγίων ἀκράτῳ θυμῷ, καὶ ἀχαλίνοις ὁρμαῖς ἀνεῖλεν αὐτοὺς ὡς κατ' οὐδένα τρόπον οἰκτείρειν εἰδώς. Ἆρ' οὖν ἰσοῤῥόποις ὀργαῖς, καὶ ἰσοστάθμῳ δίκῃ κεχρήσεται κατ' αὐτῶν ἡ τῆς ἡμερότητος πηγὴ, καὶ οὕτως αὐτοὺς ἀνελεῖ, καθὰ καὶ αὐτοὶ τοὺς ἁγίους, ἀνῃρήκασιν; Ἢ νικήσει μᾶλλον ὡς Θεὸς, καὶ οὐκ εἰσάπαν ἀποκερεῖ τὸν ἠγαπημένον, καὶ ἀπόλεκτον γεγονότα ποτὲ διὰ τοὺς πατέρας; Τοιοῦτόν τί ἐστι τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον παρὰ Θεοῦ· «Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; Ὡς Ἀδαμὰ θήσομαι, καὶ ὡς Σεβωεὶμ μετεστράφη ἡ καρδία μου ἐν τούτῳ. Συνεταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραῒμ, διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος.» Ἔδει γὰρ, ἔδει Θεὸν ὄντα, καὶ οὐκ ἄνθρωπον καθ' ἡμᾶς, καὶ προὔχειν ἐν ἡμερότητι, καὶ ὥσπερ ἐστὶ κατὰ φύσιν ἐπέκεινα παντὸς γενητοῦ, οὕτως ὑπερκεῖσθαι καὶ ὑπερέχειν τὸν ἐπὶ τῆς γῆς, καὶ κατά γέ φημι τὴν φιλανθρωπίαν. Οὐκοῦν ἐξανθήσει μὲν Ἰσραὴλ, ἐμπλησθήσεται δὲ καὶ ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ, κατά γε τὸν ἤδη προαποδοθέντα λόγον. Οὐ γὰρ οὕτως ἀναιρεθήσεται,