Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.61
Not analysed yet
Πνεύματι ἁγίῳ πρὸς αὐτὴν ἔφη τὴν Ἱερουσαλὴμ, «Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν οἱ υἱοί σου,» τοῦτ' ἔστιν, Ἐν τάξει πατέρων γεγόνασί σοι τὰ τέκνα· καὶ γὰρ ἦσαν Ἰουδαῖοι, καὶ υἱοὶ τῆς τὸ τηνικάδε Συναγωγῆς οἱ θεσπέσιοι μαθηταί. Ὅτι δὲ πατέρες γεγόνασι τῶν πεπιστευκότων, ἄκουε Παύλου λέγοντος, «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Καὶ πάλιν· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Διαμέμνηται δὲ καὶ ἕτερος ἡμῖν τῶν ἁγίων προφητῶν αὐτοῦ, περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τῆς ἀναδείξεως τῶν ἁγίων αὐτοῦ μαθητῶν, καί φησιν· «Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.» Οἱ μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, καὶ ζωῆς εἴχοντο τῆς ἐκνομωτάτης, καὶ τὸ μετὰ κρίσεως, τοῦτ' ἔστι, δικαιοσύνης ἄρχειν οὐκ ᾔδεσαν. Βασιλεύσαντος δὲ Χριστοῦ τῆς ὑπ' οὐρανὸν, δίκαιοί τε καὶ ἀγαθοὶ, καὶ μετὰ κρίσεως ἄρχοντες, οἱ θεσπέσιοι γεγόνασι μαθηταί· ὧν ἀναδεδειγμένων, κέκληται πάλιν πόλις δικαιοσύνης, καὶ μητρόπολις πιστὴ Σιὼν, τοῦτ' ἔστιν, ἡ Ἐκκλησία. Ὅτι δὲ οὐκ ἀδιακρίτως, ὡς ἔφην, ἀλλ' ἐν φροντίδι καὶ λόγῳ τῷ μετὰ δικαιοσύνης ἡ παρὰ Θεοῦ γέγονε πύρωσις, ἤτοι δοκιμασία, φανερὸν καθίστησι τὸ εὐδοκιμῆσαν γένος διὰ τῆς πίστεως· προσεπάγει λέγων, «Ὅτι μετὰ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης, καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται.» Διακεκριμένων γὰρ ἤδη τῶν γενῶν, καὶ τοῦ μὲν πεπιστευκότος εὐδοκιμοῦντος, ὡς ἔφην, θατέρου γε μὴν οὐ μετρίως προσκεκρουκότος, σέσωσται μὲν τὸ ἀπόλεκτον, ὠλόθρευτο δὲ πᾶν ὅσον ἦν ἐν αὐτοῖς βδελυρὸν καὶ ἀπηχθημένον, καὶ ἀπονοίας σύντροφον, καὶ βεβιωκὸς ἀνοσίως, καὶ Χριστοῦ μὴ πεφροντικὸς τοῦ σώζειν εἰδότος, καὶ ἀνιέντος ἐγκλήματα καὶ δικαιοῦντος τῇ χάριτι. Διότι καταισχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν. Ἔσονται γὰρ ὡς τερέβινθος, ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Ἔφην ὅτι διττὴν ἐν τούτοις ὁ τοῦ προφήτου λόγος ποιεῖται τὴν πρόφασιν τῆς Ἰουδαίων ἀποβολῆς. Διττὰ γὰρ αὐτῶν τὰ ἐγκλήματα. Πάλαι μὲν γὰρ Θεὸν ἀφέντες, τὸν ἕνα καὶ φύσει, καὶ λυτρωτὴν, λελατρεύκασιν εἰδώλοις, καὶ τεθύκασι θυσίας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν τὸ σέβας ἀνάπτοντες, δεδυσσεβήκασιν οὐ μετρίως. Ἐπειδὴ δὲ Θεὸς Κύριος ἐπέφανεν ἡμῖν, κατὰ τὰς Γραφὰς, ἠρνήσαντο καὶ αὐτὸν, καὶ πεπαρῳνήκασιν οὐ μετρίως εἰς τὸν τῆς ζωῆς ἀρχηγόν. Οὐκοῦν ἀδελφὰ τὰ ἐγκλήματα, καὶ τῆς ἀπονοίας ὁ τρόπος οὐκ ἀπεοικὼς τῷ πρώτῳ, μᾶλλον δὲ καὶ ἐν αἰτίᾳ ἀπονοίας μείζονι. Καὶ ἐκολάζοντο μὲν κατά γε τοὺς πρὸ τῆς ἐπιδημίας καιροὺς ταῖς τῶν πολεμίων ἐφόδοις, πόλεων ἐμπρησμοῖς, οἴκων ἀνατροπαῖς . . . . . . . Ταῦτα γὰρ ἔδρων ἐφιέντος Θεοῦ, Πέρσαι τε καὶ Μῆδοι, Μωαβῖται, καὶ Ἰδουμαῖοι, καὶ τὰ περίοικα τῶν ἐθνῶν. Ἐπειδὴ δὲ, ὡς ἔφην, καὶ εἰς αὐτὸν ἠσέβησαν τὸν Χριστὸν, οὐκ ἐν μείοσι τῶν ἀρχαιοτέρων γεγό-