Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.601
Not analysed yet
φησὶ, καθὰ καὶ αὐτὸς ἀνεῖλεν, οὕτε μὴν ἐν ἴσῳ παταχθήσεται τρόπῳ, κἂν εἰ ἐπάταξεν αὐτὸς τοὺς ἁγίους ἀγρίῳ θυμῷ κατεθηγμένος. Ποῖον οὖν ἄρα τὸ μέτρον τῆς ἐπ' αὐτοῖς κινήσεως; Μαχόμενος, φησὶ, καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· τὸ, «Ἐξαποστελεῖ» νοήσας ἀντὶ τοῦ, Τῆς πρὸς ἑαυτὸν οἰκειότητος ἀποπέμψεται. Τοῦτο πέπραχεν ὁ Σωτήρ· ἀπόπεμπτον γὰρ ἐποίησε τὸν Ἰσραήλ. Μαχόμενός τε καὶ ὀνειδίζων, τὸ δὲ Μαχόμενος ἀντὶ τοῦ ἐπιπλήττων τεθείημεν. Ἐπιπλήττων γὰρ Ἰουδαίοις, καὶ μέντοι καὶ ὀνειδίζων ἔφασκεν ὁ Σωτήρ· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτενοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ἐπὶ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Τοῦτο γὰρ ἦν καὶ ἕτερον οὐδὲν, ἢ τὴν ἀπ' αὐτῶν ἀποφοίτησιν οὐκ εἰς μακρὰν ἔσεσθαι διατεινομένου. Οὗ δὴ γεγονότος ἀπόλωλεν ὁ Ἰσραὴλ, εἰ καὶ σέσωσται τὸ κατάλειμμα, καθὰ καὶ αὐτός φησιν Ἡσαΐας· «Καὶ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ κατάλειμμα σωθήσεται.» Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; Ὅρα τὸν προφήτην ἐν τούτοις ἁγιοπρεπεῖ παῤῥησίᾳ χρώμενον, διελέγχοντά τε τὸν Ἰσραὴλ ὅτι πεπολέμηκεν ἁγίους· καὶ μελέτην ἐποιήσατο, τὸ, οἱονεὶ σκληρῷ τε καὶ ἀνημέρῳ πνεύματι χρώμενον ἀναιρεῖν αὐτοὺς, καὶ ἀτίθασσον αὐτοῖς ἐπαφιέναι τὸ φρόνημα. Εἰ τοίνυν λέγοιμι, φησὶν, ὅτι αὐτὸς ἀνεῖλε, καὶ ἐπάταξε, οὐ ψευδομυθία τὸ χρῆμα πόθεν, ἀληθὲς δὲ μᾶλλον ἀναφανεῖται τὸ εἰρημένον. Ὁ γὰρ Ἰσραὴλ οὐ σὺ ἦσθα ὁ μελετῶν, ἤγουν εἰωθὼς πνεύματι μὲν, ὡς ἔφην, κεκλῆσθαι σκληρῷ, κατεπιφύεσθαι δὲ θηριοπρεπῶς τῶν ἀπεσταλμένων παρὰ Θεοῦ; Κἂν ἀρνήσῃ, φησὶν, αὐτὸν παροίσω μάρτυρα τὸν τῶν ὅλων κριτήν. Ἔφη γάρ που Χριστὸς πρὸς αὐτούς· «Τίνα τῶν προφητῶν οὐ κατέκτειναν οἱ πατέρες ὑμῶν; ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.» Διὰ τοῦτο ἀφεθήσεται ἡ ἀνομία Ἰακὼβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτὴν, καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν. Διὰ μέσου προστρίψας ὁ μακάριος προφήτης τὸν κατά γε τῶν δεδυσσεβηκότων εἰς τοὺς ἁγίους προφήτας ἔλεγχον, ἔχεται πάλιν τῆς τῶν νοημάτων ἀκολουθίας, καί φησιν ὡς ἐκ προσώπου τοῦ Θεοῦ· Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ. Διὰ τοῦτο· Ποῖον; Ἐπειδὴ γὰρ οὐχ ὡς αὐτὸς ἀνεῖλεν οὕτως ἀναιρεθήσεται, οὔτε μὴν ὡς αὐτὸς ἐπάταξεν οὕτω πληγήσεται, τῆς ἐνούσης γαληνότητος τῷ Θεῷ νικώσης ἀεὶ τὰς ἀνθρωπίνας μικροψυχίας, καὶ οὐχὶ πάντη τε καὶ πάντως τοῖς ἐπὶ γῆς πλημμελήμασιν ἰσοπαλεῖς τὰς δίκας ἐπάγοντος, συγκεραννύντος δὲ μᾶλλον ἡμερότητι τὴν ὀργήν. Ταύτῃτοί φησιν· Ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακὼβ, τοῦτ' ἔστι, τεύξεται φιλανθρωπίας, ἀνήσει δὲ αὐτῷ κατὰ καιροὺς τὰ ἐγκλή-