Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.604
Not analysed yet
ματα, ἀπαλλάξει καὶ αὐτῶν αἰτιαμάτων· καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ. Ἐπηγγείλατο μὲν γὰρ τῷ Ἀβραὰμ λέγων· «Ἢ μὴν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου.» Ἀλλ' οὐκ ἂν ηὐλογήθη κατὰ ἀλήθειαν ὁ θεσπέσιος Ἀβραὰμ, οὐδ' ἂν ἐπληθύνθη τὸ σπέρμα αὐτοῦ, ἀναλόγους τοῖς ἡμαρτημένοις ἐξαιτουμένων τὰς δίκας τῶν ἐξ αἵματος αὐτοῦ. Ἐπειδὴ δὲ καίτοι πεπραχότες τῶν ἀγαθῶν οὐδὲν, μᾶλλον δὲ κατενηνεγμένοι πρὸς ἀνοσιότητα τὴν ἐσχάτην, πεπλουτήκασι καὶ αὐτοὶ τὴν ἄφεσιν, τετήρηταί τε καὶ διαβέβηκεν εἰς αὐτοὺς ἡ τῆς εὐλογίας ὑπόθεσις. Ὅταν τοίνυν ἀφέλωμαι, φησὶ, τὴν ἁμαρτίαν αὐτοῦ οὗτος ἔσται τῆς εὐλογίας ὁ τρόπος αὐτῷ. Ἐναργῆ δὲ καθίστησι τὸν καιρὸν καθ' ὃν ἔσται καὶ αὐτὸς τῶν πλημμελημάτων ἐλεύθερος. Ὅταν γὰρ, φησὶν, οἱ διὰ τῆς πίστεως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ κατ' ἀλήθειαν ὄντος Θεοῦ τῆς ἀρχαίας καταστρατεύσονται πλάνης, ὅταν ἐκ μέσου γένωνται βωμοὶ, καὶ τεμένη, καὶ ὁ τῶν εἰδώλων ἐσμὸς, ὅταν πυρὶ δαπανήσωσι τοὺς τοῖς ἀψύχοις εἰδώλοις ἐκπεπονημένους ναούς· ὅταν ἐκκόψωσι τὰ δένδρα αὐτῶν, καὶ πρός γε τούτοις τὰ χειροποίητα, καθάπερ τινὰ δρυμόν· τότε δὴ τότε ἀνήσει Θεὸς καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ τὰ διεπταισμένα. Καὶ τοῦτο, οἶμαι, ἔστιν, ὅπερ ἔφησε φῶς ὁ θεσπέσιος Παῦλος· «Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» Τὸ γὰρ ὅλως κατεμπρῆσαι ναοὺς, καὶ τοὺς παραπεπηγότας αὐτοῖς ἀποκεῖραι δρυμοὺς, προσθεῖναι δὲ καὶ αὐτῶν τῶν ἀγαλμάτων τὴν καταστροφὴν, κατασημήνειεν ἂν ἕτερον οὐδὲν ἢ ἐκεῖνό που πάντως, ὅτι τῶν πάλαι πλανωμένων, καὶ προσκυνούντων τοῖς ἔργοις τῶν ἰδίων χειρῶν μετάστασις ἔσται πρὸς ἀληθείας ἐπίγνωσιν, ὥστε πρὸς τοῦτο φιλοθεΐας ἥκειν αὐτοὺς, ὡς καὶ τοῖς πάλαι προσκυνουμένοις παρ' αὐτῶν ἐπαφεῖναι τὰς χεῖρας, καὶ τοὺς ἐκ ξύλων θεοὺς καθάπερ τινὰ δρυμὸν ἀποκεῖραι. Τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελειμμένον, καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται, καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῷ πᾶν χλωρὸν, διὰ τὸ ξηρανθῆναι. Κατοικούμενον ποίμνιον ὀνομάζει τὸν Ἰσραὴλ διάτοι τὸ πλείστους μὲν ὅσους, καὶ ἀγαθοὺς ἐσχηκέναι ποιμένας, καὶ μονονουχὶ, καὶ συνοικοῦντας ἔχειν τοὺς ἀπευθύνειν εἰδότας εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων. Οὐκοῦν ἐπεπλήθει ποιμέσιν ἀγαθοῖς, ἀλλ' ἔσται, φησὶν, ἀνειμένον· καὶ τί τὸ ἀνειμένον ἐστὶν, αὐτὸς παραχρῆμα διεσάφησε, λέγων· Ὡς ποίμνιον καταλελειμμένον, τοῦτ' ἔστι, παντὸς ἐπιστάτου, καὶ κηδεμόνος ἠρημωμένον. Οὗ δὴ γεγονότος, εἰς χρόνους προκείσεται μακροὺς εἰς βόσκημα. Κατανεμηθήσονται γὰρ αὐτοὺς νοητοί τε καὶ ἀλκιμώτατοι θῆρες, τοῦτ' ἔστιν, ὁ Σατανᾶς, καὶ αἱ σὺν αὐτῷ καὶ ὑπ' αὐτῷ δυνάμεις πονηραί. Ἀποσοβοῦντος γὰρ οὐδενὸς τῆς ἀνθρώπου καρδίας τὰς τῶν πονηρῶν δαιμόνων ἐφόδους εὐάλωτος ἔσται, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκείνοις δοκούντων ἀμελητὶ κατοιχήσεται. Εἰ δὲ χρή τι καὶ τοῖς ἱστορικῶς γεγονόσιν ἀκόλουθον εἰπεῖν, νομὴ γεγόνασι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ τῆς Ῥωμαίων στρατειᾶς. Κατέλυσε γὰρ καὶ ἀνεπαύσατο παρ' αὐ-