Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.605
Not analysed yet
τοῖς οἷάπερ τις μόσχος εὐσθενής· ἀλλ' ὀλίγου διαγεγονότος καιροῦ, φησὶν, οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι, τοῦτ' ἔστι, μέχρι τοσούτου κατανεμηθήσονται τὴν χώραν ὡς ἀποφανθῆναι ξηρὰν, καὶ οὐκ ἔχουσαν ἔτι νομήν. Τοῦτο δέ ἐστιν ἀπόδειξις ἐναργὴς τοῦ μὴ πρότερον ἀποφοιτήσειν αὐτῶν τῆς χώρας τοὺς καταδῃοῦντας αὐτὴν, εἰ μὴ πᾶν ὁτιοῦν τῶν ἐν αὐτοῖς χρησίμων, καὶ μέχρι τῶν ἄγαν εὐτελεστάτων μονονουχὶ, καὶ κατεδηδοκόσιν ἴδιον πεποίηνται κλῆρον. Ὁ αὐτὸς δ' ἂν γένοιτο λόγος, κἂν εἰ ἕλοιτό τις οἷά τινας μόσχους τὰς τῶν Ἰουδαίων καρδίας κατανενεμῆσθαι λέγειν τοὺς ἀκαθάρτους δαίμονας· μέχρι γὰρ τοσούτου κατέφαγον αὐτὰς ὥστε τάχα που καὶ ἀπορεῖν ἔτι νομῆς, διὰ τὸ μηδὲν ἔτι λοιπὸν ἐν αὐτοῖς σώζεσθαι τῶν ἀγαθῶν, ὃ δαπανᾶσθαι πέφυκε παρ' αὐτῶν. Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε. Οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. Διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ ὁ ποιήσας αὐτοὺς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ. Εἰρηκὼς ὅτι τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, καὶ ὅτι νομὴ γενήσεται, καὶ εἰς βόσκημα προσκείσεται, κατά γε τοὺς ἤδη προαποδοθέντας λόγους, ὡς ἤδη τοῦ Ἰσραὴλ ἔξω γεγονότος τῆς πρὸς Θεὸν οἰκειότητος διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν καὶ διαθήκης τῆς πρώτης, ἐθῶν τε τῶν κατὰ τὸν νόμον ἀποπεπαυμένων εὐαγγελίζεσθαι τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάστασιν ταῖς ἁγίαις προστέταχε γυναιξὶν, ὧν καὶ ὁ Ματθαῖος διαμέμνηται, λέγων ὡδί· «Ὀψὲ δὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ ἄλλη θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο. Ἐπειδὴ δὲ γεγόνασι περιδεεῖς, ἔφη πρὸς αὐτὰς ὁ μακάριος ἄγγελος· Μὴ φοβεῖσθε ὑμεῖς. Οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ, καθὼς εἶπεν. Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο, καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε. Καὶ μετά γε τὰς τοῦ ἀγγέλου φωνὰς, ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων· Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε, ὑπάγετε ἐπαγγείλατε τοῖς μαθηταῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.» Οὐκοῦν ἀφιεμένου τοῦ Ἰσραὴλ, ὑμεῖς αἱ σοφαὶ γυναῖκες, φησὶν, ἥκετε, καὶ μάλα γοργῶς εὐαγγελιζόμεναι τὴν ἀνάστασιν τοῦ τὸν θάνατον ἀποκτείναντος, καὶ ἀνελόντος τὴν φθορὰν, καὶ δικαιοῦντος τῇ πίστει τοὺς ἡμαρτηκότας, καὶ ἀπαλλάττοντος μολυσμῶν τοὺς ἐναλόντας αὐτοῖς, τοῦ μεταπλάττοντος εἰς καινότητα ζωῆς τοὺς προσιόντας αὐτῷ, τοῦ τὴν νέαν τοῖς ἐπὶ γῆς ἀναδείξαντος ζωὴν, τοῦτ' ἔστι, τὴν εὐαγγελικὴν, καὶ στήσαντος μὲν τῆς ἐν νόμῳ λατρείας τὸ ἀδρανὲς, καταλαμπρύναντος δὲ τὴν ἀλήθειαν, καὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκυνήσεως τὴν ὁδὸν ἐναργῆ καταστήσαντος τοῖς σεβομένοις αὐτόν. Ἥκετε δὲ οὖν. Ἀποπέπτωκε γὰρ τῆς ἐλπίδος ὁ Ἰσραήλ. Οὐ γάρ ἐστι λαὸς