Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.608
Not analysed yet
ἔχων σύνεσιν. Πεπώρωται γὰρ τὴν καρδίαν, καὶ μεμένηκεν ἐν σκότει, καὶ τῇ τῆς ἁμαρτίας ἀχλύϊ κεκράτηται. Οὐ γὰρ ἤθελε προσέχειν λέγοντι τῷ Χριστῷ· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Χρῆναι δέ φημι τὴν τοῦ Σωτῆρος οἰκονομίαν, καὶ ἐπί γε ταυταισὶ ταῖς πανσόφοις ἀποθαυμάσαι γυναιξί. Φαίη γὰρ ἂν, οἶναι, τίς· Οὐ γὰρ ἦσαν ἅγιοι μαθηταὶ, οἷς ἦν τάχα που καὶ ἄμεινον, ἅτε δὴ καὶ τῶν θείων δογμάτων ἱερουργοῖς, καὶ πρό γε τῶν ἄλλων εὐαγγελίσασθαι τὴν ἀνάστασιν; Διατί γὰρ οὐχὶ δὴ μᾶλλον ἐκεῖνοι τεθέανται πρῶτοι τοῦ θανάτου τὸ κράτος παραλύσαντα τὸν Ἰησοῦν, ὤφθη δὲ γυναιξὶ, καὶ τὸ τῆς ἀποστολικῆς ἀξίωμα περιθεὶς αὐταῖς ἰέναι κελεύει, φάναι τε τοῖς μαθηταῖς, ὅτι καὶ ἐκ νεκρῶν ἐγήγερται ὁ Χριστὸς, καὶ πρῶται τεθέανται τὴν δόξαν αὐτοῦ; Πρὸς δὴ τὰ τοιαῦτά φαμεν, ὅτι γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα θεραπεύσῃ τὸ ἀῤῥωστοῦν, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀπαλλάξῃ τὸν ἄνθρωπον. Ἔδει δὴ οὖν, ἔδει χαρίσασθαι γυναιξὶ τὸ εὐαγγελίσασθαι πρώταις τὴν ἀνάστασιν. Ἐπειδὴ γὰρ ἡ πρώτη, καὶ ἀρχαιοτέρα γυνὴ παρεκόμισε τὸν Ἀδὰμ εἰς παράβασιν, ταῖς τοῦ ὄφεως ὑπηρετοῦσα φωναῖς, καὶ γέγονεν αὕτη τοῦ θανάτου πρόξενος, πῶς οὐκ ἔδει τῶν οὕτως δεινῶν ἐγκλημάτων ἀποκρούσασθαι τὰς αἰτίας διὰ τῆς ἀποστολῆς; «Οὗ γὰρ ἐπλεόνασε,» φησὶν, «ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Δέδοται τῆς σωτηρίας τὸ Εὐαγγέλιον τῇ τὸν θάνατον διακονησαμένῃ γυναικί. Εἴρηται γὰρ πρὸς αὐτὰς ἀναγκαίως τὸ Χαίρετε παρὰ τοῦ τὴν ἀρὰν ἐπιθέντος ἐν ἀρχῇ· ἔφη γὰρ πρὸς αὐτήν· «Ἐν λύπαις τέξῃ τέκνα.» Λέλυται τοίνυν τοῖς δευτέροις τὰ πρῶτα, καὶ τεθεράπευται τὸ ἠῤῥωστηκός. Αὐταῖς οὖν ἄρα τὸ εὐαγγελίζεσθαι δεῖν ἐπιτάττει τῆς πρὸς Ἰουδαίους ἀγάπης ἀποφοιτήσαντος τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ἀνούστατοί τε καὶ ἀμαθεῖς ἀπομεμενήκασι, φησὶν, οὐκ ἂν ἐλεήσειεν αὐτοὺς ὁ ποιήσας αὐτοὺς, οὐδ' ἂν εἶεν ἄξιοι τοῦ κατοικτείρεσθαι δεῖν. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ, ἕως Ῥινοκουρούρων. Ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα. Ἐγηγερμένου τοῦ Χριστοῦ, καὶ τοῖς ἁγίοις ἐπιτάξαντος ἀποστόλοις· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·» καὶ μὴν καὶ εἰς αὐτοὺς ἀναβάντος τοὺς οὐρανοὺς, ἐπενήνεκται τοῖς εἰς ἑαυτὸν ἀνοσίως πεπαρῳνηκόσι τὰ ἐξ ὀργῆς, τῆς ἄνωθεν δὲ δηλονότι. Δεδαπάνηνται γὰρ καὶ σιδήρῳ καὶ πυρὶ, κατεξανιστάσης αὐτῶν τὸν πόλεμον τῆς Ῥωμαίων χειρὸς, καὶ πάσας μὲν αὐτῶν κατεμπιπράσης τὰς πόλεις, καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, καὶ τὸν διαβόητον ἐκεῖνον καθελούσης ναόν. Τερματίζεται τοίνυν τῶν Ἰουδαίων ἡ χώρα, τοῖς τε Εὐφράτου νάμασιν ὡς ἠῶ τε καὶ νότον, καὶ τῇ καλουμένῃ Ῥινοκορούρων. Πόλις τε αὕτη τήν τε Αἰγυπτίων ὁρίζουσα, καὶ μέντοι τὴν Παλαιστινῶν. Οὐκοῦν τῆς Ἰουδαίας ἡμῖν τοὺς ὅρους ὀνομάσας, συμφράξαι διαβεβαιοῦται τὸν Κύριον τὰ ἐμπεριεχόμενα πάντα, τοῦτ' ἔστιν, ἅπασαν τὴν Ἰουδαίαν. Τὸ