Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.609
Not analysed yet
δὲ συμφράξει τέθεικεν ἀντὶ τοῦ πολιορκήσει, καὶ καταθλίψει, καὶ εἰς ἀπορίαν κατοίσει τὴν ἐσχάτην. Ἡ γὰρ σύμφραξις, ἤγουν ὁ συγκλεισμὸς τὴν διάφυκτον κάκωσιν ἤτοι συμφορὰν ὑπεμφήνειεν ἄν. Καὶ καθ' ἕτερον δὲ τρόπον τὸ συμφράξει νοήσεις. Συγκέκλεισται γὰρ ὥσπερ τῶν Ἰουδαίων ὁ νοῦς, ὥστε κατὰ μηδένα δύνασθαι τρόπον τὸ τῆς ἀληθοῦς θεοπτίας εἰσδέξασθαι φῶς, μήτε μὴν συνιέναι τὸ Χριστοῦ μυστήριον, ὥσπερ ὁ μακάριος γράφει Παῦλος· «Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ ἄχρι σήμερον, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Καὶ τοῦτο, οἶμαι, ἔστιν ἡ σύμφραξις. Ὅτι δὲ οὐ κατὰ πᾶσαν τοῦτο γέγονε τὴν ὑπ' οὐρανὸν, ἤγουν κατὰ πάντων τῶν ἐθνῶν, ἀλλὰ κατὰ μόνης τῆς Ἰουδαίας καὶ τῶν ἐν αὐτῇ παρέδειξεν ἐναργῶς· οὐχ ἁπλῶς τὴν σύμφραξιν συμβῆναι λέγων, ἀλλ' ἐκ τῆς διώρυγος τοῦ ποταμοῦ, ἕως Ῥινοκορούρων. Καὶ ταυτὶ μὲν τοῖς Ἰουδαίων δήμοις ἀπεκτονόσι τοὺς προφήτας, καὶ λιθοβολήσασι τοὺς ἀπεσταλμένους παρὰ Θεοῦ, προστεθεικόσι δὲ καὶ αὐτὸν τὸν Υἱὸν, συμβήσεσθαί φησιν. Εἶτα μεθίστησι τὸν λόγον εἰς τὸ αὐτοῦ πρόσωπον τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, διαλεγομένου τε καὶ λέγοντος τοῖς ἁγίοις ἀποστόλοις, ἤγουν ἅπασι τοῖς κατὰ καιρὸν ἱερουργοῦσι τὸ Εὐαγγέλιον αὐτοῦ, καὶ μυσταγωγεῖν εἰωθόσιν· Ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα. Τοῦτ' ἔστι, μὴ πολὺς ἔστω λόγος τοῖς τὸ διδάσκειν πεπιστευμένοις, κἂν εἰ μὴ ὁρῷτο κατὰ πληθὺν εἰστρέχων ὁ Ἰσραήλ· ἀλλ' εἴ τις εἴη συνετὸς ἐν αὐτοῖς καλείσθω διὰ τῆς πίστεως, ἡκέτω δὲ καὶ καθ' ἕνα, καὶ οἷον ἐξειλεγμένος. Σέσωσται γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραήλ. Καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ πλειστάκις αὐτοῖς προσπεφωνήκασι, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Πέτρος· «Καὶ νῦν, ἀδελφοὶ,» φησὶν, «οἶδα, ὅτι κατ' ἄγνοιαν ἐπράξατε, καθὰ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις ὑμῶν.» Καὶ σεσαγήνευται μὲν οὐ μέτριος πληθύς· πλὴν τό γε ἧκον εἰς ἅπαν τὸ Ἰουδαίων ἔθνος ὀλιγοστοὶ παντελῶς, καὶ οἷον καθ' ἕνα παρεδέχθησαν οἱ σεσωσμένοι, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ. Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων, καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ. Ἔθος τοῖς ἁγίοις προφήταις ἀσαφείᾳ τινὶ τὸν ἑαυτῶν κατακρύπτειν λόγον, καὶ ἐπείτοι πρὸς ὀργὰς ἀχάλινοι γεγόνασιν οἱ ἐξ Ἰσραὴλ μέσην τινὰ διανοιῶν ἰέναι τρίβον, ὡς εἶναι πλειστάκις ἀσυμφανὲς τὸ δηλούμενον. Σαλπίσαι μὲν κατ' ἐκεῖνο καιροῦ φησιν, οὐχ ἑτέρους, ὥς γε οἶμαι πάλιν, πλὴν ὅτι τοὺς ἁγίους μυσταγωγοὺς, σαλπίσαι δὲ οὐχ ἁπλῶς, ἀλλὰ σάλπιγγι τῇ μεγάλῃ, τοῦτ' ἔστι, τοῖς εὐαγγελικοῖς κηρύγμασι κεχρημένους μονονουχὶ κατηχῆσαι καὶ μέγα τι καὶ ἐξαίσιον ἀνακεκραγέναι τοῖς ἐπὶ τῆς γῆς. «Καὶ γάρ τοι κατὰ ἀλήθειαν εἰς πᾶσαν τὴν