Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.612
Not analysed yet
γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Σάλπιγγι γὰρ ἐκέχρητο κατὰ καιροὺς καὶ ὁ μέγας Μωσῆς, πλὴν οὐ τῇ μεγάλῃ· ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος ἦν, καὶ τῶν νομικῶν κηρυγμάτων ἡ δύναμις εἰς μόνην τὴν τῶν Ἰουδαίων συνεστέλλετο χώραν. Τὸ δὲ θεῖον καὶ σωτήριον κήρυγμα διὰ πάσης ἔρχεται πόλεώς τε καὶ χώρας, καὶ οἷον ὅλης κατεβρόντησε τῆς ὑπ' οὐρανόν. Γέγραπται δέ τι τοιοῦτον καὶ ἐν τοῖς Μωσέως βιβλίοις· «Κατεφοίτησε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ.» Ἐγίνοντο δὲ καπνοὶ καὶ χάλαζαι, καὶ γνόφῳ βαθεῖ τὸ αἰθέριον κατεμελαίνετο σῶμα· ἀλλὰ καὶ φωνὴ, φησὶ, τῆς σάλπιγγος ἤχει μέγα. Εἶτα τούτοις ἐπιφέρει λέγων· Ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρώτεραι σφόδρα, σφόδρα. Ἐν ἀρχαῖς μὲν γὰρ ὁ ἰσχνόφωνος ἀνεφωνήθη νόμος, προβαίνοντος δὲ τοῦ καιροῦ, τῆς σάλπιγγος αἱ φωναὶ γεγόνασιν ἰσχυραὶ σφόδρα, σφόδρα. Κατ' ἐκεῖνο, φησὶ, τοῦ καιροῦ τοίνυν τῇ μεγάλῃ σάλπιγγι, τοῦτ' ἔστι, τὸ εὐαγγελικὸν ἀναφωνήσουσι κήρυγμα, συλλέγοντες τοὺς πεπλανημένους καὶ τοὺς ἐν τάξει τῶν δορυκτήτων γεγενημένους, καὶ τοὺς τῆς εἰδωλολατρίας ἐναλόντας βρόχοις τῆς ἀρχαίας ἀπάτης ἐξέλκοντες. Ἥξουσι γὰρ, φησὶν, οἱ ἀπολόμενοι ἐν χώρᾳ τῶν Ἀσσυρίων, καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ. Δύο τέθεικε χώρας τὰς ὅτι μᾶλλον τῶν ἄλλων δεισιδαιμονεστέρας, τήν τε Ἀσσυρίων, φημὶ, καὶ τῶν Αἰγυπτίων. Ἀλλ' οἱ ἐν αὐταῖς ἀπολωλότες, φησὶν, ἥξουσι κεκλημένοι διὰ τῆς πίστεως πρὸς ἐπίγνωσιν τοῦ κατ' ἀλήθειαν ὄντος Κυρίου, καὶ Θεοῦ, καὶ προσκυνήσουσιν αὐτῷ, οὐκ ἐν τοῖς τεμένεσιν ἔτι τοῖς μεμολυσμένοις, ἀλλ' ἐπὶ τὸ ἅγιον ὄρος, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν, ἣν καὶ Ἱερουσαλὴμ ὀνομάζει· ὄρος μὲν ὅτι χθαμαλὸν ἢ χαμαιῤῥιφὲς οὐδὲν τὸ σύμπαν ἐν Ἐκκλησίαις, ἀλλ' ὑψηλοῖς τε καὶ ἐπηρμένοις διαπρέπει δόγμασιν. Ἱερουσαλὴμ δὲ ὅτι ὅρασις ἀληθῶς εἰρήνης ἐστίν. Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραῒμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου. Προαποφήνας, ὅτι κεκλήσονται διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ προσκυνήσουσι τῷ Κυρίῳ πάντες ὅσοι διολώλασι τοῖς τῆς εἰδωλολατρίας βρόχοις ἐνισχημένοι, μετακομίζει τὸν λόγον ἐπὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ καὶ τῆς κατὰ Χριστοῦ δυσσεβείας γεγόνασιν ἀρχὴ καὶ πρόφασις τοῖς ὑπὸ χεῖρα λαοῖς. Οὐ γὰρ ἀπεκόμιζον εἰς ἐπίγνωσιν αὐτοὺς τῶν πάλαι προηγγελμένων διά τε τοῦ νόμου καὶ τῶν προφητῶν, ἀλλὰ γὰρ τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις ἀποσυναγώγους ἐποιοῦντο τοὺς ὁμολογοῦντας ὅτι αὐτός ἐστιν ὁ Χριστός. Οὕτω γάρ που φησὶν ὁ θεσπέσιος Ἰωάννης. Κατασείοντες δὲ ὥσπερ τὴν ἐπ' αὐτῷ πίστιν, καὶ τῶν ἀγελαίων τὸν νοῦν τῆς εὐθείας ἀποκομίζοντες, Σαμαρείτην καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον ὠνόμαζον τὸν Ἰησοῦν. Καὶ τὸ ἔτι τούτων δυσσεβέστερον. Πιλάτῳ προσῆγον, καὶ δὴ καὶ σταυροῦσθαι παρακεκλήκασιν, ἀπεκτόνασί τε τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε