Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.613.1
Not analysed yet
ἧκον ἐπ' αὐτοῖς, πλὴν ἀνεβίω πατήσας τὸν θάνατον· ζωὴ γὰρ ἦν κατὰ φύσιν ὡς Θεὸς, καὶ εἴπερ ἦν ἐν σαρκί. Οὐαὶ τοίνυν, φησὶ, τῷ στεφάνῳ τῆς ὕβρεως. Στέφανον αὐτοὺς ἀποκαλεῖ. Καὶ γὰρ ἦσαν αὐτοὶ τοῦ παντὸς Ἰσραὴλ στέφανος ὥσπερ τις καὶ δόξα, τοῖς τῆς ἱερωσύνης αὐχήμασι διαπρέποντες, καὶ τὸ τῆς ἡγεμονίας λαχόντες ἀξίωμα. Ἀλλ' οὐ μεμενήκασιν ἐν ταῖς ἐκνεμηθείσαις αὐταῖς εὐκλείαις τε καὶ ὑπεροχαῖς, ἀποπεπτώκασι δὲ μᾶλλον ὕβρεως στέφανος γεγονότες. Περιβέβληνται γὰρ ἀτιμίᾳ καὶ μώμῳ καὶ τοῖς εἰς δυσσέβειαν ἐγκλήμασι γεγονότες ἔνοχοι, καθάπερ ἄνθος κατεμαράνθησαν. Γεγόνασι γὰρ αὐτοὶ καὶ μισθωτοὶ τοῦ Ἐφραΐμ. Ἐφραῒμ δέ φησι τὸν Ἰούδαν, διάτοι τὸ ἐκ φυλῆς εἶναι τῆς Ἐφραΐμ. Αὐτὸν οὖν ἄρα κατεμισθοῦντο τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστηκότες, πρός γε τὸ χρῆναι ταῖς αὐτῶν μιαιφονίαις ὑπηρετεῖν καὶ παραδοῦναι τὸν Διδάσκαλον. Ὃ δὴ καὶ πέπρακται. Οὐαὶ τοίνυν τῷ στεφάνῳ τῆς ὕβρεως, φησὶ, τοῦτ' ἔστι, τοῖς ἡγουμένοις, οἳ καὶ ἐμισθώσαντο τὸν Ἐφραῒμ, τοῦτ' ἔστι, τὸν ἐκ φυλῆς Ἐφραΐμ. Γεγόνασί τε ταύτης ἕνεκα τῆς αἰτίας ὡς ἄνθος ἐκπεσὸν ἐκ τῆς δόξης. Ὥσπερ γὰρ δόξα τοῖς ἄνθεσι τὸ ἔξω τε ὁρᾶσθαι μαρασμοῦ, καὶ ἐν τῷ τῆς ἰδίας φύσεως κάλλει, κατὰ τὸν ἴσον οἶμαι τουτονὶ τρόπον νοηθείη ἂν καὶ ἐφ' ἡμῶν αὐτῶν. Ἕως μὲν γάρ ἐσμεν ἐν οἷς ἡμᾶς εἶναι πρέπει, τῆς ἑαυτῶν ψυχῆς ἀδιαλόβητον εὖ μάλα τηροῦμεν τὸ κάλλος· παρατετραμμένης δὲ τῆς ἐν ἡμῖν διανοίας ἐφ' ἃ μὴ προσῆκεν, ἄνθος ἐσόμεθα τῆς αὐτῷ πρεπούσης δόξης ἐκπεπτωκός. Ὃ δὴ καὶ πεπόνθασιν οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ γνώμην, καὶ λόγους, καὶ ἐγχειρήματα, καὶ πᾶν ὁτιοῦν τῶν ἐκτόπων καταθήγοντες τοῦ Χριστοῦ. Ποῦ δὲ τὸ ἄνθος ἦν τὸ ἐκπεσὸν τῆς δόξης, καὶ τίνα τρόπον ἀπεκληρώσατο; Ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος. Ὄρος δὲ παχὺ τὸν Ἰσραὴλ ὀνομάζει· παχὺ μὲν, ὅτι ταῖς εὐθυμίαις κατεπιαίνετο· ὄρος δὲ, διάτοι τὸ ὑψοῦ τεθεῖσθαι παρὰ Θεοῦ, κατά γε τὸ ἔνδοξον, φημί. Αὐτὸς γάρ πού φησι περὶ τῶν ἐξ Ἰσραήλ· «Υἱὸν ἐγέννησα καὶ ὕψωσα.» Ἔθος δὲ τῇ θείᾳ Γραφῇ τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ ὄρει παρεικάζειν ἐσθ' ὅτε. Ἔκειντο τοίνυν ἄνθος ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, τοῦτ' ἔστιν, ἐπάνω πάντων, καὶ ἐπὶ πάντας ὡς ἡγούμενοι, καὶ τὸ κατάρχειν τῶν ἄλλων, ταῖς ἐκ νόμου λαχόντες ψήφοις. Οὗτοι δὲ ἦσαν οἱ μεθύοντες ἄνευ οἴνου. Καὶ γὰρ ἦν ἐξ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς, καὶ θυμὸς δρακόντων ἀνίατος. Κατεμεθύσκοντο γὰρ οὐκ οἶνον τοῦτον πίνοντες τὸν αἰσθητὸν, ἀλλὰ τὸ ἐξ ἀκράτου θυμοῦ, καὶ μανίας μέθυσμα, καὶ τῆς διαβολικῆς δυστροπίας τὸν σκοτισμὸν ταῖσαὐτῶν διανοίαις εἰσο ικιζόμενοι. Ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου ὡς χάλαζα καταφερομένη, οὐκ ἔχουσα σκέπην βίᾳ καταφερομένη, ὡς ὕδατος πολὺ πλῆθος σύρον χώραν τῇ γῇ, ποιήσει ἀνάπαυσιν ταῖς χερσὶ καὶ τοῖς ποσὶ, καὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως οἱ μισθωτοὶ τοῦ Ἐφραΐμ.