Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.616.1
Not analysed yet
Τίνα τρόπον αὐτοῖς τὰ δεινὰ συμβήσεται, καὶ ὅτι τῆς εἰς Χριστὸν δυσσεβείας ἀποτίσουσι δίκας σκληρῷ τε καὶ ἀνημέρῳ παραπεσόντες θυμῷ τοῦ τὰ δίκαια κρίνοντος, διὰ τούτων ἡμῖν ὁ προφητικὸς ὑπεμφαίνει λόγος. Ἥξει γὰρ, ἥξει, φησὶ, σκληρὸς καὶ δυσάντητος καθ' ὑμῶν ὁ θυμὸς Κυρίου, ἤξει δὲ οὕτως ὡσανεὶ καὶ χάλαζα καταφέροιτο κατά τινων οὐκ ἐχόντων σκέπην, καταφερόμενος δὲ σὺν βίᾳ, τοῦτ' ἔστιν, ἀφορήτως, ἐντόνως δὲ μᾶλλον καὶ μονονουχὶ κατασφενδονῶντός τινος, καὶ ἀγρίως τισὶν ἐπιφέροντος. Ἥξει δὲ οὖν ὡς χάλαζα, φησὶν, ἢ καὶ ὡς ὕδατος πολὺ πλῆθος σύρον χώραν. Ἄμαχον δὲ καὶ τοῦτο. Ποταμοῦ γὰρ, φέρε εἰπεῖν, ἤτοι χειμάῤῥου ῥαγδαιότατα καταφερομένου, ποῖον ἔσται τὸ ἀντιστατοῦν, καὶ ἀντισχεῖν δυνάμενον, καὶ τῇ τῶν ὑδάτων ῥύμῃ μὴ παραχωροῦν; Ἥξει δὴ οὖν ὡς ὕδωρ ὅλην ἐπικλύζον τὴν χώραν, δῆλον δὲ ὅτι τὴν τῶν Ἰουδαίων. Ἔσται δὲ οὕτως ἀπηνὴς ἡ καταφορὰ, ὡς καὶ ἀνάπαυσιν ποιῆσαι τῇ γῇ. Ἀνάπαυσιν δὲ ποίαν ἄρα, καὶ τίνα; Ταῖς χερσὶ καὶ τοῖς ποσί. Καὶ ἔσται τοιοῦτος τῶν εἰρημένων ὁ νοῦς. Οἱ γάρτοι νήχεσθαι μεμελετηκότες, εἰ μὲν εἴη τυχὸν ἠρεμαία τε καὶ οἷον εὐαφὴς τῶν ὑδάτων ἡ στάσις, πόδας τε καὶ χεῖρας συστέλλοντες, καὶ ἐκτείνοντες, διαπονηθέντες τε συμμέτρως, τὸν ἐκ τοῦ καταπνίγεσθαι διαδράσκουσι κίνδυνον. Τῆς δὲ τῶν ὑδάτων ὁρμῆς ἀπρόσιτον παντελῶς ἐχούσης τὴν προσβολὴν παύεται τοῦ νήχεσθαι πάντη τε καὶ πάντως ὁ ἐναλοὺς, καὶ δοκεῖ μὲν ἀπαλλάττεσθαι πόνου, καταπνίγεται δὲ λοιπὸν ὡς ἐξ ἀνάγκης τε καὶ βίας πάντη τε καὶ πάντως ὑποβρύχιος γεγονώς. Οὐκοῦν διαγελᾷ πως ὁ λόγος, καὶ εἰρωνεύεται, ἀνάπαυσιν τῇ γῇ ποιῆσαι λέγων τὸ ὕδωρ, ἀνάπαυσιν δὲ ταῖς χερσὶ καὶ τοῖς ποσί. Ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχὸν, Εἰκῆ πονείτω μηδεὶς, εἰς ἀντίστασιν τῆς μελλούσης κατὰ πάντων ἰέναι συμφορᾶς. Ἥξει γὰρ οὕτως ῥαγδαίως, ὡς ἀπρόσβλητον εἶναι παντελῶς καὶ ἀνόνητον ὁλοτρόπως τοῖς ἐθέλουσι πονεῖν γενέσθαι τὸ χρῆμα. Διανήξεται γὰρ οὐδεὶς, κατακομισθήσεται δὲ καὶ ἄκων, οὗπερ ἂν φέροι τὸ καθέλκον ὕδωρ, τοῦτ' ἔστι, τῶν Ῥωμαίων στρατείας ἡ βιαιοτάτη καὶ ἄθραυστος χείρ. Τότε δὴ τότε καταπατηθήσεται, τοῦτ' ἔστιν, ὑπὸ πόδας κείσεται τῶν εἰρηκότων ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφραΐμ. Τίνες δὲ οὗτοι, διὰ τῶν ἤδη προειρημένων ἐγνώκαμεν. Καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης, ἐπ' ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομοι σύκου, ὁ ἰδὼν αὐτὸ πρὶν εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν, θελήσει αὐτὸ καταπιεῖν. Τί τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης, τί δὲ δὴ πρὸς τοῦτο κατασημάνειεν ἂν, τὸ ἐπ' ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ κεῖσθαί τε αὐτὸ καὶ ὁρᾶσθαι, διὰ τῶν ἔναγχος εἰρημένων κατέστη γνώριμον. Ἄνθος μὲν γὰρ, τὸ ὡς ἐν ὄρει περίοπτον, ἤτοι τὸν Ἰσραὴλ, ἤγουν τοὺς καθηγεῖσθαι λαχόντας εὖ μάλα συνήσεις. Ἀλλ' ἔσται, φησὶν, ὡς πρόδρομος σύκου. Μελλόντων γὰρ τῶν ἐν συκῇ πεπαίνεσθαι καρπῶν, εἴπερ τι τῶν ἄλλων προελάσειε τυχὸν, γένοιτό τε οὕτως ἐδώδιμον, ἐπιπηδᾷ μὲν προθύμως ὁ τεθεαμένος, γλίχεται δὲ καταπιεῖν, καὶ τάχα που ταῖς εἰς τοῦτο διαπύροις ὁρμαῖς καὶ τό γε ἧκον εἰς ὄρεξιν αἰτιᾶται