Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.617
Not analysed yet
μέλλουσαν τὴν χεῖρα πρὸς ἔκτασιν, καὶ διευρύνων τὸ στόμα, τοῖς κλάδοις ἐκπηδᾷ. Οὕτως ἔσται, φησὶ, τοῖς ἁρπάζουσιν ὁ Ἰσραήλ. Καταπέποται γὰρ, ὡς ἔφην, ὑπὸ Ῥωμαίων, ἡδεῖά τε γέγονε τοῖς ἑλοῦσι τροφή. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι μου λαῷ. Καταλειφθήσονται ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων [κωλύον] ἀνελεῖν. Τίνα τε καὶ ὅπως τοῖς κυριοκτόνοις συμβήσεται, διεσάφησεν ἡμῖν ὁ λόγος ἐν τούτοις· προσεπάγει δὲ λοιπὸν τὴν ἐπί γε τοῖς πεπιστευκόσιν ἐξήγησιν· οὐ γὰρ εἰς ἅπαν ἀπόλωλεν ὁ Ἰσραήλ. Σέσωσται δὲ τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν. Πεπίστευκε γὰρ εἰς Χριστὸν οὐ μετρία πληθὺς, ἧς γέγονεν ἀρχή τις ὥσπερ καὶ πρωτόλιον ὁ τῶν ἁγίων ἀποστόλων χορός. Κατ' ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶν, ἔσται Κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι μου λαῷ. Αὐτὸς γὰρ ὁ τῶν δυνάμεων Κύριος στεφανώσει τοὺς πεπιστευκότας ἐλπίδι τε καὶ δόξῃ, καὶ ἐλπίδι μὲν τῆς τῶν ἐσομένων ἀγαθῶν δηλονότι, δόξῃ δὲ, ὅτι συμβασιλεύσουσιν αὐτῷ, καὶ τῶν ἀνωτάτω γερῶν εἴσω γεγονότες, ζηλωτοί τε ἔσονται καὶ ἀπόβλεπτοι. Τί γὰρ ἔσται τὸ ἰσοστατοῦν εἰς εὐκλείας λόγον τοῖς ἐλπίζουσι λαβεῖν τῆς ἐν Χριστῷ βασιλείας τὸν στέφανον; Τούτοις ἑτέρωθί φησιν αὐτὸς ὁ προφήτης Ἡσαΐας· Καὶ ἔσῃ στέφανος κάλλους, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Δόξῃ γὰρ ἀτελευτήτῳ τοὺς εἰς αὐτὸν πιστεύοντας στεφανώσει Χριστὸς, καταπιαίνει δὲ καὶ ἐλπίδι λιπαρωτάτῃ. Ἔσται δὲ τῶν τοιούτων ἐν μεθέξει, φησὶν, ὁ καταλειφθείς μου λαὸς, τοῦτ' ἔστι, τὸ ἐξ Ἰουδαίων κατάλειμμα· συνεισδεχθέντος δηλονότι καὶ τοῦ ἑτέρου λαοῦ, τοῦτ' ἔστι, τῶν ἐθνῶν οἳ καὶ ἐπὶ Χριστῷ φρονοῦντες μεγάλα προσεύχονται, καὶ κεκράγασι πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Εὐδοκήσαντος γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅπλον ἡμῖν ἀῤῥαγὲς ἐδείχθη καὶ γέγονεν ὁ Χριστὸς, τοῖς τοῦ πονηροῦ βέλεσιν ὑπὲρ ἡμῶν ἑαυτὸν ἀντεξάγων, ἄτρωτόν τε καὶ ταῖς ἐκείνου δυστροπίαις ἀχείρωτον τὸν ἑαυτοῦ τετήρηκε λαόν. Τοιοῦτόν τι, καθάπερ ἐγᾦμαι, κατασημαίνει λέγων περὶ τοῦ καταληφθέντος λαοῦ, τοῦτ' ἔστι, τῶν ἐν πίστει δεδικαιωμένων· Καταλειφθήσονται ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων ἀνελεῖν. Πάλαι μὲν γὰρ ἅπαξ, ὡς ἔπος εἰπεῖν, τὸ ἐπὶ γῆς γένος ἀνεῖλεν ὁ Σατανᾶς τοῖς τῆς ἁμαρτίας βόθροις ἐγκαθείς. «Οὐ γὰρ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν ἅμα, ἠχρειώθησαν,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔκρινεν ἡμῶν τὴν κρίσιν, δεδίκακεν ὥσπερ ἡμῖν τε καὶ τῷ πλεονεκτήσαντι Σατανᾷ, καὶ κατεψηφίσατο μὲν ἐκείνου τὸν ὄλεθρον, ἀπέστησε δὲ τῶν ἐπὶ τῆς γῆς ὡς ὀλετῆρα, καὶ ἀνδροκτόνον, σέσωκε