Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.620.1
Not analysed yet
δὲ οὕτως τοὺς ἀπολωλότας, τοῦτ' ἔστιν, ἡμᾶς. Τοῦτο διδάσκων φησὶ, Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Καίτοι φησὶν ἐναργῶς, «Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.» Πῶς οὖν ἄρα φησὶν, ὅτι κρίσις ἐστὶ τοῦ κόσμου τούτου; Ἡμεῖς γάρ ἐσμεν οἱ πάλαι βοῶντες διὰ φωνῆς προφητῶν· «Ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου.» Ὅτι καὶ δικαίας κρίσεως ἐφ' ἡμᾶς γενομένης εὐχαριστοῦντές φαμεν, «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμαστά σου, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.» Καὶ διὰ ποίαν αἰτίαν; Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην, ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· ἐπετιμήθησαν γὰρ τὰ τῶν δαιμόνων στίφη, συναπόλωλε δὲ τούτοις ὁ ἀσεβὴς, τοῦτ' ἔστιν, ὁ Σατανᾶς. Καταλειφθήσονται τοίνυν, τοῦτ' ἔστι, περισωθήσονται ἐπὶ πνεύματι κρίσεως· ἔκρινε γὰρ καὶ δεδικαίωκεν, ὡς ἔφην, ἐπὶ κρίσιν καὶ ἰσχὺν, τοῦτ' ἔστιν, ὀρθοκρισίᾳ καὶ δυνάμει, δῆλον δὲ ὅτι τῇ θεοπρεπεῖ, κωλύων ἀνελεῖν τοὺς εἰς αὐτὸν πιστεύοντας. Οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον· ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα· ἐπλανήθησαν. Τοῦτ' ἔστι φάσμα. Καταδεικνύει τρόπον τινὰ τοὺς ὠλισθηκότας, καὶ διὰ τῆς οὕτω μακρᾶς ἀπειθείας προσκεκρουκότας Θεῷ. Πεπλάνηνται γὰρ οἱ τοιοίδε, φησὶν, οἶνον καὶ μέθυσμα πεπωκότες, οὐκ αἰσθητὸν ἢ σωματικὸν, σκοτισμὸν δὲ μᾶλλον ἑλόντες εἰς νοῦν, ὃν τοῖς εἰωθόσι ῥᾳθυμεῖν ὁ παγχάλεπος ἐνίησι δράκων. Γράφει γὰρ ὁ θεσπέσιος Παῦλος, ὅτι ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐσκότισε τὰ νοήματα τῶν πιστῶν, εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Θεοῦ. Οἶνον οὖν ἄρα καὶ σίκερα τὸν ἐκ τῆς τοῦ διαβόλου δυστροπίας ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐνιέμενον σκότον εὖ μάλα καλεῖ. Καὶ καταπλήττεται δὲ ὥσπερ, οὐχ ὅτι μόνη τοῦτο παθοῦσα φαίνεται τῶν ἀγελαίων ἡ ἀμαθεστάτη πληθὺς, ἀλλὰ γὰρ ἔτι πρὸς ἐκείνοις, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον. Οἶνον δὲ πάλιν τὸ ἐκ τῆς ἀμαθίας μέθυσμά φησι. Θαυμαστὸν δὲ ὅτι τοῖς ἄλλοις ὁμοῦ τοῦτο πεπονθότας κατίδοι τις ἂν ἱερέα καὶ προφήτην. Οὓς γὰρ ἦν εἰκὸς καὶ τοὺς ἄλλους ἅπαντας ἀπευθύνειν δύνασθαι πρὸς τὴν τοῦ συμφέροντος θήραν καὶ τὴν τῆς σωτηρίας καταδεῖξαι τρίβον, οὗτοι τάχα που καὶ πρό γε τῶν ἄλλων τὸν σκότον ἐδέχοντο, ὥστε καὶ καταδονεῖσθαι, καὶ πάντα πνεύματι περιφέρεσθαι, καὶ τοῦτο ἐκ μέθης τῆς νοητῆς. Φαίη δ' ἄν τις τὸ πρᾶγμα οἷόν τι γενέσθαι φάσμα, τοῦτ' ἔστι, θάμβος ἢ ἔκπληξιν. Προφήτην δέ φησιν ἐν τούτοις οὐχὶ πάντως τὸν ἀληθῆ καὶ παρὰ Θεοῦ, ἐκεῖνον δὲ μᾶλλον τὸν οἱονεὶ δόξαν ἑαυτῷ τὴν προφητικὴν περιπλάττοντα· περὶ ὧν φησι διὰ φωνῆς Ἰεζεχιήλ· Οὐαὶ, οἱ προφητεύοντες ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. Δια-