Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.637.1
Not analysed yet
τοῦ Ἰησοῦ. Ὁ δὲ τοῖς ἅπαξ ὑπ' αὐτῷ γεγονόσιν ἐπικουρῶν τοῖς τῶν ἀλλοφύλων στρατηγοῖς ἀντετάττετο. Εἶτα τί τὸ τηνικάδε τῶν διὰ χειρὸς Θεοῦ γενέσθαι συμβέβηκε, διδάξει τὸ Γράμμα τὸ ἱερόν. Ἔχει γὰρ οὕτως· «Καὶ ἐπείπερ ἐγένετο εἰς αὐτοὺς Ἰησοῦς ἄφνω, ὅλην τὴν ἡμέραν ἐπορεύθη ἐκ Γαλγάλων, καὶ ἐξέστησεν αὐτοὺς ὁ Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ, καὶ συντρίψει συνέτριψε μεγάλῃ ἐν Γαβαῶν, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὠρωνὶμ, καὶ κατέκοπτον αὐτοὺς ἕως Ἀζακῆ, καὶ ἕως Μαδαϊκά. Ἐν δὲ τῷ φυγεῖν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς καταβάσεως Ὠρωνὶμ, καὶ Κύριος ἐπέῤῥιψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ, ἕως Ἀζηκᾶ· καὶ ἐγένοντο πλείους οἱ ἀποθνήσκοντες διὰ τοὺς λίθους τῆς χαλάζης, ἢ οὓς ἐπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ.» Δέχεται τοίνυν ὡς ἀπό γε τῶν τοῖς ἀρχαίοις συμβεβηκότων, εἰκόνα καὶ τύπον τῆς ἐσομένης τῆς ἐξ Ἰσραὴλ ἐπικουρίας παρὰ Θεοῦ τοῦ σώζειν εἰδότος, εἴπερ ἕλοιντο τοῖς τοῦ Σωτῆρος ἡμῶν καταπείθεσθαι λόγοις. Ὑμεῖς γὰρ, φησὶν, οἱ στενοχωρούμενοι, τοῦτ' ἔστιν, οἱ διὰ πλείστης ὀδύνης κεχωρηκότες, οἱ ταῖς ἀπωλείαις καὶ τοῖς τῶν ἐσομένων δείμασιν οἱονεί πως ἐκτεθλιμμένοι, μάθετε ἀκούειν, καλέσατε καὶ αὐτοὶ Ἰησοῦν εἰς ἐπικουρίαν, εἴπατε καθάπερ ἀμέλει καὶ οἱ ἐκ τῆς Γαβαῶν· Οὐ δυνάμεθα μάχεσθαι, καὶ ἀσθενοῦμεν τοῦ συναχθῆναι, πρὸς ἀντίστασιν δηλονότι τῶν ἐπιόντων ἐχθρῶν. Καὶ τί τοῦτο, λέγουσιν, ἔσται; Γνώσεσθε, φησὶν, ὅτι κἂν εἰ φέροιτο καθ' ὑμῶν, ὥσπερ ὄρος, ἔφοδος ἀνδρῶν ἀσεβῶν, ἔσται κατ' αὐτῶν τὰ ἐν τῇ φάραγγι Γαβαῶν. Κατὰ γὰρ τῶν πολεμούντων ὑμῖν μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, καὶ πικρίας ἔργα, τοῦτ' ἔστιν, ὀργῆς. Καὶ τίς ἄρα, ἢ δηλονότι ὁ ἐπαμύνων Θεός; Ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Ὀργὴ γὰρ, φησὶ, ξένη τε καὶ ἀσυνήθης καταστρατεύεται τῶν διωκόντων ὑμᾶς. Πολεμήσει τε αὐτοῖς ὑψοῦ τε καὶ ἄνωθεν ὁ οὐρανὸς καταχέων ὥσπερ τινὰ χάλαζαν τὰ ἐξ ἀκράτου θυμοῦ. Τοιοῦτόν τί φησι καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς· «Εἰ ὁ λαός μου ἤκουσέ μου Ἰσραὴλ, ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.» Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοὶ, διότι συντετελεσμένα, καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σαβαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. Εἰσφέρεται πάλιν τὸ τοῦ μακαρίου προφήτου πρόσωπον τοῖς τῶν Ἰουδαίων καθηγηταῖς ἐπισκῆπτόν τε καὶ λέγον, ὅτι πάντη τε καὶ πάντως δεήσει τὸ μήτε χαίρειν αὐτοὺς, τοῦτ' ἔστι, μὴ τοῖς κατὰ Χριστοῦ τολμήμασιν ἐναβρύνεσθαι, καταστυγνάζειν δὲ μᾶλλον, καὶ δακρυῤῥοεῖν ἐπί γε ταῖς σφῶν αὐτῶν ἀσεβείαις, μήτε μὴν συντείνειν κατὰ τῶν ὑπὸ χεῖρα λαῶν τοὺς ἀπό γε τοῦ νόμου δεσμοὺς, ἐφεῖναι δὲ μᾶλλον πιστεύουσιν εἰς Χριστὸν ἔξω γενέσθαι τῆς ἀρχαίας ἐντολῆς, καὶ τὰ ἐν σκιαῖς ἀφέντας καὶ τύποις, τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ ἐπιδέχεσθαι προσκύνησιν. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ ὃν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ὅτι δὲ δεσμὸς οἷά τις ὁ νόμος ἦν, δικαιῶν μὲν οὐδένα· τετελείωκε γὰρ οὐδέν· κατα-