Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.640
Not analysed yet
σφίγγων δὲ ὥσπερ εἰς κόλασιν τοὺς ἠσθενηκότας, καὶ ταῖς παραβάσεσιν ἐνόχους ὄντας ἐληλεγμένους, οὐκ ἂν ἐνδοιάσειέ τις. Ὅθεν οἶμαι καὶ μάλα ὀρθῶς τὸν μακάριον προφήτην Δαβὶδ εἰς τὴν διὰ πίστεως χάριν ἰέναι γοργῶς συμβουλεύειν τοῖς ἐξ Ἰσραὴλ, λέγοντα· «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν.» Ἦσαν γὰρ, ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ καταφορτίζοντες ἀνοσίως τοὺς ὑπεζευγμένους, καὶ ζυγὸν αὐτοῖς ἐπιτιθέντες τὸν δυσαχθῆ, δῆλον δὲ ὅτι τὸν τῶν νομικῶν ἐνταλμάτων, καὶ οἱονεί τισιν ἀῤῥήκτοις σειραῖς κατασφίγγοντες. Ταύτῃ τοί φησι πρὸς αὐτοὺς ὁ προφήτης· Μὴ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοὶ, διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σαβαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ποῖα ταῦτά ἐστι τὰ συντετελεσμένα καὶ συντετμημένα πράγματα; Τὸ κήρυγμα τὸ εὐαγγελικὸν, ἡ διὰ πίστεως χάρις, ἡ ἐν Χριστῷ δικαίωσις, ὁ διὰ τοῦ Πνεύματος ἁγιασμός. Ὁ μὲν γὰρ νόμος οὐ συντετμημένος ἦν, οὔτε συντετελεσμένος. Τετελείωκε γὰρ, ὡς ἔφην, οὐδέν. Ἦν δὲ ὥσπερ καὶ ἐν κύκλοις, καὶ ἐν μακραῖς τοῦ γράμματος περιόδοις τὰ ἐν αὐτῷ θεωρήματα. Τὸ δέ γε σωτήριον κήρυγμα τελειοτάτην ἔχει καὶ συντετμημένην ὁδόν· ἀποφέρει γὰρ διὰ πίστεως εἰς δικαιοσύνην καὶ ἁγιασμόν. Καὶ ὁ μὲν νόμος μόνοις ἐδόθη τοῖς ἐξ Ἰσραὴλ, διακονοῦντος Μωσέως. Ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο, καὶ οὐκ ἔτι μόνον τοῖς ἐξ Ἰσραὴλ, ἀλλὰ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανόν. Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος προσεφώνει τοῖς ἐξ Ἰσραὴλ οὕτω λέγων· Ἄκουε, Ἰσραήλ· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ τῆς ψάλλοντος λύρας· «Ἀκούσατε,» φησὶ, «ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Ἐνωτίζεσθε, καὶ ἀκούετε τῆς φωνῆς μου προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου. Ἐν τουτοισὶ πάλιν τὸ αὐτοῦ τοῦ Σωτῆρος εἰσφέρεται πρόσωπον, μονονουχὶ κατεπᾴδοντος τοῖς ἐξ Ἰσραὴλ, ἀναπείθοντός τε καὶ μάλα σαφῶς τὸν τῶν εὐαγγελικῶν κηρυγμάτων προσέσθαι λόγον, καὶ τὰς αὐτοῦ φωνὰς, μὴ κατόπιν παραῤῥίπτειν τῆς διὰ Μωσέως ἐντολῆς. Ὅτι δὲ οὐκ ἠμελημένως, οὔτε μὴν ἀτημελῶς προσέρχεσθαι δεῖ τοῖς θείοις τε καὶ εὐαγγελικοῖς ἐμφανίζει λέγων· Προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου. Προσοχῆς γὰρ χρεία, καὶ μέν τοι καὶ εὐπειθείας τοῖς εἰς τοῦτο ἥκουσι λογισμῶν ἀγαθῶν, ὡς τῆς ἑαυτῶν διανοίας τὸ πλάτος κατεμπλῆσαι ζητεῖν τῆς ὑπὲρ νόμον εἰσηγήσεως, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ. Ὅτι γὰρ ἀναδειχθέντος αὐτοῦ τὸ μεταποιεῖσθαί τισι τῆς κατὰ νόμον λατρείας ἐπισφαλές τε καὶ ἐπιζήμιον πιστώσεται λέγων ὁ Παῦλος τοῖς μετὰ τὴν πίστιν τὴν εἰς αὐτὸν, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσιν, ἐκ πολλῆς ἄγαν ἀβελτηρίας ὑπονοστήσασιν ἐπὶ τὰ Μωσέως, ἤτοι τὰ ἐν νόμῳ· «Κατηργήθητε ἀπὸ Χριστοῦ, οἵ τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Εἰκὸς δὲ δή τι καὶ ἕτερον ὑπαινίττεσθαι διά γε τοῦ φάναι Χριστόν· Προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου. Εἰ γὰρ δὴ