Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.641
Not analysed yet
βούλεσθε, φησὶ, ταῖς τοῦ νόμου σκιαῖς ἰσχνὸν ἐνιέναι τὸν νοῦν, καὶ προσοχῆς τῆς δεούσης ἀξιοῦν τοὺς τύπους, ἀκούσεσθε πάντως τῶν ἐμῶν λόγων. Γράφομαι γὰρ ἐν τύποις, καὶ ξένον οὐδὲν εἰσκεκόμικε τῶν ἐμῶν θεσπισμάτων ἡ δύναμις, εἴ γε δὴ νοοῖτο πνευματικῶς ὁ νόμος. «Εἰ γὰρ ἐπιστεύετε,» φησὶ, «Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν· ἢ σπόρον ἑτοιμάσαι πρὶν ἐργάσεσθαι τὴν γῆν; Οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον καὶ κύμινον; Καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν, καὶ ζέαν ἐν τοῖς ὁρίοις σου. Βαθὺ μὲν λίαν τὸ αἴνιγμα, καὶ δυσκάτοπτος κομιδῇ τῶν προκειμένων ὁ νοῦς· ἐρῶ δὲ ὡς ἔνι, καὶ κατά γε τὸ ἐγχωροῦν. Ἀπόβλητον ἐποιοῦντο τοῦ Σωτῆρος τὸν λόγον οἱ τάλανες Ἰουδαῖοι, καὶ πρόφασις ἦν αὐτοῖς, τὸ ἀπρὶξ ἔχεσθαι φιλεῖν τῆς διὰ Μωσέως ἐντολῆς. ᾬοντο γὰρ ὅτι καὶ εὐσεβοῦσι τάχα που, μεταποιούμενοι μὲν τῶν ἐν τύποις, διαπτύοντες δὲ ὥσπερ τῆς ἀληθείας τὸ κάλλος. Ταύτῃ τοι καὶ ἐδίωκον τὸν Ἰησοῦν, ὡς τῆς νομικῆς ἐντολῆς τὴν δύναμιν ἑτέρωσέ πη παροχετεύοντα, καὶ εἰς ἑτέραν αὐτοὺς ἀποφέροντα λατρείαν, φημὶ δὴ τὴν εὐαγγελικήν. Δέχεται τοίνυν ὡς ἀπό γε τῆς ἐν χερσὶν οὔσης αὐτοῖς γεωργίας τὸ παράδειγμα, καί φησιν· Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; Καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον. Αἱ τῶν εἰδωλολατρούντων καρδίαι σκληραί τέ εἰσι καὶ ἄτεγκτοι, καὶ οἱονεί τις ἀγρία γῆ κεχερσωμένη. Δεῖ τοίνυν αὐταῖς, καθάπερ τινὸς ἀρότρου, τοῦ διαπτύσσοντος λόγου, τοῦ τῆς κατηχήσεως δηλονότι· ἵνα καὶ τὸν ἄνωθεν καὶ τὸν ἐξ οὐρανοῦ προσδέξωνται σπόρον· οὕτω τε λοιπὸν καρποφορήσειαν τῷ Θεῷ τὴν εἰς πᾶν ὅτι τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν. Τοιοῦτόν τι γέγονε τοῖς ἐξ Ἰσραήλ. Ἦσαν μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς αὐτόθι προσκυνοῦντες θεοῖς, κέκληνταί γε μὴν διὰ τοῦ πανσόφου Μωσέως· δέδοται δὲ καὶ νόμος αὐτοῖς, ἀρότρου δίκην διατέμνειν αὐτοῖς εἰδὼς τὰς συνεσφιγμένας αὐτῶν καρδίας, καὶ νοῦν τὸν κεχερσωμένον. Ἀλλ' ἦν ἀναγκαῖον μὴ μόνον αὐτοὺς εἰς ἀρχὰς καλεῖσθαι τῆς νοητῆς γεωργίας, ἐπιλάμψαντος δὲ ἤδη τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καρποφορεῖν τῷ Θεῷ καὶ τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν. Οὐκοῦν ἐπειδήπερ, ὡς ἔφην, ἀπόβλητον ἐποιοῦντο τὸν διὰ Χριστοῦ λόγον, προκείμενοι τοῖς Μωσέως, ταύτῃτοι καὶ λίαν εἰκότως μεθίστησιν αὐτοὺς τοῦ τοιοῦδε φρονήματος, λέγων· Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; Ἢ τὴν ἀνήροτον γῆν τὴν ἀγρίαν, καὶ ἀκανθοτόκον διαπτύσσων, φησὶν, ἵνα ἕτοιμος γένοιτο πρὸς τὴν τῶν σπερμάτων παραδοχὴν, μὴ διὰ παντὸς ἀροτριᾷ; Ὁ δὲ τὴν γῆν, φησὶν, ἐργάζεσθαι βουλόμενος, ἆρα πρὶν εἰς νοῦν τοῦτο λαβεῖν ἑτοιμάσει σπέρμα; Οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον, καὶ κύμινον; Καὶ πάλιν σπείρει πυρὸν, καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου. Ἔδει γὰρ, ἔδει, φησὶ, προομαλισθῆναι διὰ τῆς ἐν τύποις ἐντολῆς