Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.644
Not analysed yet
τὴν τῶν παιδαγωγουμένων καρδίαν, καὶ οἱονεί τινος γῆς εὐτρεπισθῆναι τὸ πρόσωπον, ὡς ἑτοιμοτάτην ὁρᾶσθαι πρὸς τὸ δύνασθαι λοιπὸν ἐπιτηδείως ἔχειν εἰς καρποφορίαν. Ὁ δέ γε γηπόνος, φησὶ, κἂν ὁμαλίσῃ τὸ πρόσωπον τῆς γῆς, οὐκ εὐθὺς οὐδὲ ἐκ πρώτης τῶν στερεωτέρων σπερμάτων ποιεῖται τὴν καταβολὴν, ἀλλ' ὅσα ἄν εἰσι τέως μικρὰ, καὶ ἀσθενῆ, τοῦτ' ἔστι, μελάνθιον καὶ κύμινον· καὶ γυμνασθείσης δὲ ἤδη τῆς γῆς εἰς καρποφορίαν, τότε δὴ τότε σπείρει, φησὶ, καὶ πυρὸν καὶ κριθὴν καὶ ζέαν. Τρόπος γὰρ οὗτος γηπονίας ἐντέχνου ἐν τοῖς σοῖς ὁρίοις. Γέγονεν οὖν ἅπασι μονονουχὶ προομαλιστὴς ὁ νόμος καὶ οἷά τις εὐτεχνέστατος γεωργὸς, κατασπείρων ἐν τοῖς παιδαγωγουμένοις, οἱονεί τι μελάνθιον καὶ κύμινον, τὰ μικρά τε καὶ ὡς ἐν σκιαῖς, καὶ ὅσα τῶν σπερμάτων, αὐτὰ καθ' ἑαυτὰ, καὶ μόνα, ἐδώδιμα μὲν οὐδαμῶς, ζητοῦντα δὲ πάντως τὴν πρὸς ἕτερα συμπλοκὴν, ἵνα ὁρῷτο καὶ χρήσιμα. Εἰ γὰρ δὴ προσεπάγοιτο πυρῷ καὶ κριθῇ, τοῦτ' ἔστιν, ἄρτοις τοῖς ἐκ πυρῶν, ἢ κριθῆς, τότε δοκεῖ πως εἶναι καὶ χρειωδέστατα. Τοιαύτη δέ πώς ἐστι καὶ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις. Εἰ γὰρ μὴ ἔχοι τὸ συμφέρεσθαι δοκεῖν διὰ πνευματικῆς ἑρμηνείας τῇ στερεωτέρᾳ τροφῇ, τοῦτ' ἔστι, τῇ εὐαγγελικῇ, μόνη καὶ καθ' ἑαυτὴν οὐδὲν ἂν ἔχοι τὸ ὠφελοῦν. Καὶ παιδευθήσῃ κρίματι Θεοῦ, καὶ εὐφρανθήσῃ. Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάγει περὶ τὸ κύμινον, ἀλλὰ ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται· οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. Καὶ ταῦτα παρὰ Θεοῦ Σαβαὼθ ἐξῆλθε τὰ τέρατα. Ἀδρανῶς ἔχοντος τοῦ νόμου, φησὶ, πρὸς κάθαρσιν ἁμαρτιῶν, ἀποκεκίνηται μὲν ἡ σκιὰ, ἀχρεῖα δὲ πέφηνε τὰ ἐν τύποις, εἰσκεκόμισται δὲ κρίμα τὸ ζωοποιὸν, καὶ ἐπωφελέστατον ἀληθῶς. Καὶ ποῖον τοῦτό ἐστιν; Ἐπειδὴ γὰρ οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον, ἐπέφανεν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, συντετελεσμένον καὶ συντετμημένον πρᾶγμα προθεὶς, τοῦτ' ἔστι, τὴν ἐν πίστει δικαίωσιν. Σὺ τοίνυν, φησὶν, ὁ Ἰσραὴλ, εὐήνιον ὑποθεὶς τῷ πάντων Σωτῆρι Χριστῷ τὸν αὐχένα, τῷ παρ' αὐτοῦ κρίματι παιδευθήσῃ, τοῦτ' ἔστιν, ἐπὶ τὸ μανθάνειν τῆς παρ' αὐτοῦ σωτηρίας τὴν ὁδόν. Ἔσῃ γὰρ οὕτως ἐν εὐφροσύνῃ. Ἐπειδὴ δὲ ἅπαξ τὸν ἐπὶ μελανθίῳ τε καὶ κυμίνῳ πεποίηται λόγον, δέχεταί τι χρήσιμον ἐξ αὐτῶν, καί φησιν· Οὐ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, καὶ τὰ ἑξῆς. Ἦν μὲν γὰρ παραβάσεσιν ἔνοχος ὁ Ἰσραὴλ, καὶ πρὸς αὐτὴν τὴν τοῦ νόμου τήρησιν ῥᾴθυμος γεγονὼς ἡλίσκετο. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεός· «Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ.» Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Ἆρ' οὖν οὐκ ἂν ἐξέτισε δίκας καὶ μάλα εἰκότως ῥᾳθυμίας τῆς εἴς γε τὸν νόμον; Ναί, φησιν. Ἀλλ' ἔστι φιλάνθρωπος ὁ τοῦ νομοθέτου σκοπός.