Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.645
Not analysed yet
Ὥσπερ γὰρ τὸ μελάνθιον, φησὶν, οὐ σκληρῶς καθαίρεται, οὔτε μὴν ἁμάξης τροχὸς περιάγει ἐπὶ τὸ κύμινον, ἀλοῶν δηλονότι, καὶ λεπτύνων αὐτὸ, καθάπερ ἀμέλει καὶ ἐπὶ σίτου πράττεται, ῥάβδῳ δὲ μᾶλλον καθαίρεται ἤγουν ἐκτινάσσεται· οὕτω τοῖς εἰς τὸν νόμον ἡμαρτηκόσιν ὁ νομοθέτης προσενεχθήσεται, δίκας μὲν οὐκ ἀπαιτῶν σκληρὰς, ῥάβδῳ δὲ μᾶλλον, καὶ συμμέτροις κινήσεσιν ἀποκαθαίρων αὐτούς. Προστιθεὶς δὲ ὅτι τὸ κύμινον μετὰ ἄρτου βρωθήσεται, δέδειχεν ὅτι τῆς νομικῆς λατρείας τὸ ἐξωφανὲς αὐτὸ καθ' ἑαυτὸ καὶ μόνον ἀχρεῖον εἰς ὄνησιν. Ἔσται δὲ χρήσιμόν τε καὶ ἀναγκαῖον εἰ τῇ στερεᾷ συνάπτοιτο τροφῇ, τοῦτ' ἔστι, τοῖς εὐαγγελικοῖς θεσπίσμασι. Διερμηνεύων γε μὴν τὸ αἴνιγμα, τὸ ἐπί γε τῷ κυμίνῳ καὶ μελανθίῳ φημί· καὶ τί ἂν βούλοιτο, δηλοῦντος ὅτι ῥάβδῳ τὸ μελάνθιον ἐκτινάσσεται, προσεπάγει καί φησιν· Οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. Ἔσομαι γὰρ οὐ βαρύμηνις, φησὶν, ἀλλ' οὐδὲ δίκην ὑμῶν καταψηφιοῦμαι τὴν ἐσχάτην, οὐδὲ πικρὸν ἐφ' ὑμῖν ἐξοίσω τὸ κρίμα, ὡς καὶ εἰς καταπάτημα γενέσθαι τοῖς ἐξ ὀργῆς συμβαίνουσιν. Ὅτι δὲ εἰς ἄκρον ἀνεξικακίας ἐληλακὼς, κἀν τούτῳ δὴ πάλιν ὁ τῶν ὅλων Θεὸς φαίνεται προσαποδείκνυσι λέγων· Καὶ ταῦτα παρὰ Κυρίου Σαβαὼθ ἐξῆλθε τὰ τέρατα. Τέρας γὰρ ἀληθῶς, καὶ σημεῖον οὐκ ἀθαύμαστον, τὸ ἐν τοσούτοις ὄντα παραπτώμασιν ἐλεεῖσθαι τὸν Ἰσραὴλ, καὶ ἀναριθμήτων ἐγκλημάτων ἀποκερδᾶναι τὴν ἄφεσιν, Θεοῦ κατοικτείροντος. Βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν. Τὴν ἀμνηστίαν αὐτοῖς τὴν ἐφ' οἷς πεπαρῳνήκασιν ὑπισχνούμενος, καὶ ὅτι πικρὸς οὐκ ἔσται λίαν ἐπ' αὐτοῖς εὖ μάλα διειρηκὼς βουλῆς ἀγαθῆς ἐπιλαβέσθαι κελεύει· καταιτιᾶται δὲ, ὅτι ματαίαν παράκλησιν, μέγα τι καὶ ὑψηλὸν χρῆμα εἶναι νομίσαντες, ἔξω φέρονται τοῦ εἰκότος. Ποία δὲ ἡ παρ' αὐτοῖς καὶ μεγάλη νομισθεῖσα παράκλησις, ἔχουσα δὲ τὸ ἀνόνητον; Ἐκείνη που πάντως. Ἔφασκον γὰρ, Ποιήσομεν διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, οὐ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Ἀλλ' οἱ ταῦτα διενθυμούμενοι, καὶ κενὴν ἔχοντες τὴν ἐλπίδα, οἰηθέντες τε ὅτι τεθνήξονται πρὸ τῶν δεινῶν ἤκουον ἐναργῶς· Καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Ὅταν παρέλθῃ, λήψεται ὑμᾶς. Οὐαὶ πόλις Ἀριὴλ, ἣν Δαβὶδ ἐπολέμησε. Συναγάγετε γεννήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν. Φάγεσθε γὰρ σὺν Μωάβ· ἐκθλίψω γὰρ Ἀριὴλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς, καὶ ὁ πλοῦτος, Καὶ κυκλώσω, ὡς Δαβὶδ ἐπὶ σέ· καὶ βαλῶ περὶ σὲ χάρακα, καὶ θήσω περὶ σὲ πύργους, καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται. Καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει. Δέχεταί τι τῶν ἱστορικῶς γεγονότων ἐν καιρῷ τῆς βασιλείας τοῦ μακαρίου Δαβὶδ, καὶ τοῦτο ποιεῖ μο-