Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.648
Not analysed yet
νονουχὶ πρὸς ἀνάδειξιν τῶν πολμηθέντων κατὰ Χριστοῦ παρὰ τῆς Ἰουδαίων συναγωγῆς. Τύποι γὰρ τῶν ἀληθῶν τὰ ὡς ἐν σκιαῖς τοῖς ἀρχαιοτέροις συμβεβηκότα. Οὐκοῦν ἡ νῦν Ἱερουσαλὴμ, Ἰεβοὺς ἐκαλεῖτό ποτε. Ταύτην πεπολιόρκηκεν ὁ μακάριος Δαβίδ. Καὶ διὰ ποίαν αἰτίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν ἱερῶν Γραμμάτων. Ἔχει γὰρ οὔτως, ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν· «Καὶ ἀπῆλθε Δαβὶδ, καὶ πάντες οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν, καὶ ἐῤῥέθη τῷ Δαβὶδ, ὅτι Οὐκ εἰσελεύσεται Δαβὶδ ὧδε· ὅτι ἀνέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες, ὅτι Οὐκ εἰσελεύσεται ὧδε. Καὶ κατελάβετο Δαβὶδ τὴν περιεχομένην Σιών. Αὕτη ἡ πόλις τοῦ Δαβίδ. Καὶ εἶπε Δαβὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πᾶς τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι τοὺς τυφλοὺς, καὶ τοὺς χωλοὺς τοὺς πολεμοῦντας ψυχὴν Δαβίδ.» Οὐκοῦν τῷ μὲν μακαρίῳ Δαβὶδ οἱ ἀπό γε τῆς Ἱερουσαλὴμ ἤτοι τῆς Ἰεβοῦς ἀντέστησαν τυφλοὶ καὶ χωλοὶ, καὶ τοῦτο πεποιηκότες οἰκτρῶς διολώλασι. Κατελάβετο γὰρ αὐτὴν, ἀντέστησαν δὲ τῷ πάντων Σωτῆρι Χριστῷ, κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρὸν, οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες χωλοὶ, καὶ τυφλοί· οὐ γὰρ ᾔδεισαν ὀρθοποδεῖν. Ἀλλ' οὐδὲ τὸ θεῖον εἰς νοῦν ἐδέχοντο φῶς, οἱ τὴν πίστιν οὐ προσιέμενοι, γραμματεῖς δὴ μάλιστα καὶ Φαρισαῖοι. Καὶ γοῦν ἔφη διὰ φωνῆς τοῦ Δαβίδ· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Ἐπιστέλλει δὲ αὐτοῖς καὶ ὁ Παῦλος λέγων· «Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.» Ὅτι δὲ ἦσαν καὶ τυφλοὶ, πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· «Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι· καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.» Ἀνέβλεψαν μὲν γὰρ τὰ ἔθνη, καίτοι μὴ ὁρῶντά ποτε. Τετύφλωνται δὲ τῶν Ἰουδαίων οἱ δῆμοι, καίτοι βλέποντες τὸ Χριστοῦ μυστήριον τό γε ἧκον εἰς τὴν διὰ νόμου μυσταγωγίαν. Ταλανίζει τοίνυν τὴν Ἱερουσαλὴμ, καί φησιν· Οὐαὶ πόλις Ἀριὴλ, ἣν Δαβὶδ ἐπολέμησεν· Ἀριὴλ δὲ αὐτήν φησιν, ὀνόματι κεχρημένος τῷ κατὰ συνήθειαν τοῖς πολλοῖς. Ἑρμηνεύεται μὲν γὰρ Ἀριὴλ, λέων Θεοῦ. Ἐπειδὴ δὲ κατὰ πᾶσαν τῶν ἄλλων χωρῶν καὶ ἐθνῶν ἀφορήτους ἐποιεῖτο τὰς ἐφόδους Ἱερουσαλὴμ, νικῶσα διὰ Θεοῦ, καὶ λέοντος δίκην ἁρπάζουσα καὶ σπαράττουσα τοὺς ἀνταίροντας, τοιαύτην ἔλαχε τὴν ἐπωνυμίαν. Οὐαὶ τοίνυν, φησὶν, ὦ ἀθλία πόλις· ἡ ποτὲ μὲν ὡς λέαινα καταβρυχομένη τῶν ἐθνῶν, περιπεσοῦσα δὲ μετὰ τοῦτο ταῖς οὕτω πικραῖς καὶ ἀνηκέστοις συμφοραῖς. Πεπολέμηκε μὲν γὰρ αὐτὴν πάλαι ὁ Δαβὶδ, ὁ δὲ ἐκ σπέρματος αὐτοῦ γεγονὼς μετ' αὐτὸν, τοῦτ' ἔστι Χριστός. Εἶτά φησι πρὸς αὐτούς· Συναγάγετε γεννήματα ἐνιαυτὸν ἐπ' ἐνιαυτόν· φάγεσθε μὲν γὰρ σὺν Μωάβ. Ἐν δυσὶ γὰρ ὅλοις ἔτεσιν ἅπασαν περινοστῶν τὴν Ἰουδαίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ταῖς πανσόφοις ἐχρήσατο διδασκαλίαις, καὶ τὸ θεῖον αὐτοῖς καὶ εὐαγγελικὸν παρετίθει κήρυγμα. Καιροῦ