Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.649
Not analysed yet
τοιγαροῦν, φησὶν, ἐνεστηκότος, καὶ διδόντος τοῦ δύνασθαι τροφὰς συλλέγειν πνευματικὰς, καὶ οἷον εἰς ἀποθήκην σωρεύειν αὐτὰς, εἰς νοῦν καὶ καρδίαν, μὴ νωθροὶ περὶ τοῦτο γένησθε. Πάντα δὲ μᾶλλον ὄκνον ἀποπεμψάμενοι, προθύμως συλλέξατε. Φάγεσθε γὰρ σὺν Μωάβ· ἡ Μωαβιτῶν χώρα γέγονέ ποτε δεισιδαιμονεστάτη, καὶ ἦν ὅλως ἐν αὐτῇ οὐδεὶς, ὁ τῷ κατὰ φύσιν καὶ ἀληθῶς ὄντι Θεῷ προσκυνεῖν ἀνεχόμενος. Οὐκ οὖν ὡς ἀπὸ χώρας μιᾶς τῆς εἰδωλολατρούσης ἅμα τὸ σύμπαν τῶν πλανωμένων πρόσωπον δέχεται, καί φησιν, ὅτι Φάγεσθε γὰρ σὺν Μωάβ. Εἰσκέκληνται γὰρ καὶ τὰ ἔθνη, καὶ κοινὴ γέγονε τροφὴ τοῖς τε ἐξ αἵματος Ἰσραὴλ, καὶ αὐτοῖς δὲ τοῖς πλανωμένοις, ποτὲ τὸ εὐαγγελικὸν καὶ Σωτήριον κήρυγμα. Εἶτα προσεπάγει καί φησι, Ἐκθλίψω γὰρ Ἀριὴλ, ἀποδώσεις δὲ τούτῳ τῷ πρώτῳ. Ἔφη γὰρ, ὅτι Οὐαὶ, πόλις Ἀριήλ. Εἶτα διὰ μέσου παρενθεὶς τὰ ἐκ τῆς συμβουλῆς πάλιν ἔχεται τοῦ σκοποῦ, καί φησιν· Ἔφην, ὅτι Οὐαὶ, πόλις Ἀριήλ· ἐκθλίψω γὰρ αὐτὴν, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοὶ, τοῦτ' ἔστιν, Ἐγὼ πάντα τὸν πλοῦτον αὐτῆς, καὶ πᾶσαν τὴν ἰσχὺν λήψομαι· καὶ τοῦτο νοήσεις αἰσθητῶς τε ἅμα καὶ πνευματικῶς. Ὁ μὲν γὰρ ἐπίγειος αὐτῶν κεκένωται πλοῦτος, ἁρπαζόντων δηλονότι τῶν πολιορκούντων αὐτήν. Συντέθραυσται καὶ ἡ πάλαι μεγάλη, καὶ διαβόητος ἰσχὺς, νενίκηνται γὰρ ὑπὸ τῆς τῶν Ῥωμαίων χειρός. Γυμνοὶ δὲ πρὸς τούτῳ γεγόνασι τῶν ἐξ ἀρετῆς αὐχημάτων, καὶ παντὸς ἀγαθοῦ πτωχείαν, ἠῤῥωστηκότες συναποβεβλήκασι τοῖς ἄλλοις, καὶ τῆς ἐν νόμῳ σοφίας τὸν πλοῦτον. Λέγω δὲ, ὅτι Κυκλώσω ἐπὶ σὲ χάρακα, καθήσω ἐπὶ σὲ πύργους, τὴν γεγενημένην πολιορκίαν κατὰ τῆς Ἱερουσαλὴμ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν ὑπεμφαίνει. Ἐπειδὴ δὲ γεγόνασιν ἀλάζονες οἱ Φαρισαῖοι, καὶ φωνὰς ἠρεύγοντο κατὰ τοῦ Χριστοῦ δεινάς τε καὶ ἐπηρμένας. Ἔφασκον γάρ· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.» Ταύτῃτοί φησιν, ὅτι Ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν. Καὶ οὐκ αὐτοὶ πάντως οἱ λόγοι τοῦτο πείσονται κατὰ τὸ ἀληθὲς, ἀλλ' οἱ τολμήσαντες εἰπεῖν αὐτοὺς, ἔσονται καταβεβλημένοι, οἱ πάλαι φορτικὰ καὶ ὑπέρογκα λαλεῖν εἰωθότες ὑπενηνεγμένοι τοῖς ἐκ τοῦ πολέμου κακοῖς. Σμικρὰν καὶ ἀσθενεστάτην ἕξουσι τὴν φωνὴν, φθέγξονται δὲ οὕτως, καθάπερ ἀμέλει καὶ οἱ ἐκ τῆς γῆς φωνοῦντες, τοῦτ' ἔστιν, οἱ νεκυομάντεις, οἳ ἐπειδὰν προσποιοῦνται ψυχὴν ἀνενεγκεῖν, ἰσχνόν τι καὶ τετριγὸς ὑποφωνοῦσι μόλις, ὡς αὐτῆς ἠρέμα καὶ ἀπὸ τῆς γῆς λαλούσης ψυχῆς. Καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χοῦς φερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα παρὰ Κυρίου Σαβαώθ. Ἀσεβεῖς ὀνομάζει τοὺς εἰς Χριστὸν παροινήσαντας, καὶ σταυρῷ παραδόντας τὸν Λυτρωτὴν, καὶ τῆς σωτηρίας τὸν χορηγὸν θανάτῳ περιβαλεῖν τολμήσαντας, εἰ καὶ ἀνεβίω πάλιν ὡς Θεὸς ἐν σαρκί. Τοῦτον τὸν πλοῦτον ὡς κονιορτὸν ἀποιχήσεσθαί φησιν, ἀποπτῆναι δὲ καὶ ὡς χοῦν ἀπὸ τροχοῦ· καὶ οὐκ ἐν μήκει χρόνου, ἀλλ' ἐν βραχεῖ, καὶ οἷον ἐν στιγμῇ. Καὶ