Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.652
Not analysed yet
ὅτι τὸ χρῆμα παρὰ Κυρίου Σαβαὼθ συμβήσεται, διαμεμήνυκεν ἀναγκαίως, ἵνα μή τις ἐλπὶς αὐτοὺς διαπαίζῃ κενὴ προσδοκῶντας ὅτι καὶ διαφεύξονται. Ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ, καὶ φωνῆς μεγάλης· καταιγὶς φερομένη, καὶ φλὸξ πυρὸς κατεσθίουσα. Τί ἂν βούλοιτο δηλοῦν τὸ, Παρὰ Κυρίου Σαβαὼθ, διατρανοῖ λέγων, ὡς ἔσται τις ἐπ' αὐτοῖς ἐπισκοπή. Περιόψεται γὰρ ὁ Θεὸς οὐδαμῶς καὶ Πατὴρ τὴς εἰς τὸν Υἱὸν δυσσεβείας τὰ ἐγκλήματα. Ἀλλ' ἐποίσει, φησὶ, καθάπερ τινὰ βροντὴν, καὶ σεισμὸν, καταιγίδα, καὶ φλόγα πυρὸς κατεσθίουσαν τοῦ πολέμου τὴν ἔφοδον. Καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνῳ, ὁ πλοῦτος τῶν ἐθνῶν πάντων, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερουσαλὴμ, καὶ πάντες οἱ συνηγμένοι ἐπ' αὐτὴν, καὶ θλίβοντες αὐτήν· καὶ ἔσονται ὡς ἐν ὕπνῳ πεινῶντες καὶ ἐσθίοντες, καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον. Καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν, ὅσοι ὑπεστράτευσαν ἐπὶ τὸ ὄρος τὸ Σιών. Ὡς κονιορτὸν ἔσεσθαι λέγων, καὶ ὡς χοῦν ἀπὸ τροχοῦ τὸν πλοῦτον τῶν ἀσεβῶν, δῆλον δὲ ὅτι τῶν εἰς Χριστὸν πεπαρῳνηκότων, οὐδὲ αὐτοῖς τοῖς καταδῃώσασιν ἐν ἀσφαλεῖ καὶ βεβαίᾳ γενήσεσθαι κτήσει διισχυρίζεται. Ἔσονται γὰρ οὕτω πεπλουτηκότες, φησὶν, ὡς ἂν εἰ καί τινες τῶν ἐν ὁράσει νυκτερινῇ καταπλουτῆσαι μὲν οἰηθέντων, κεκερδακότων δὲ παντελῶς οὐδέν. Ἔξυπνοι γὰρ γεγονότες, τὴν τῶν ὀνειράτων ἀπάτην ἐπιγνώσονται, καὶ ὅπερ εἶναι νενομίκασιν ἀληθὲς, τοῦτο δὴ πάντως εὑρήσουσι σκιὰν οὖσαν, καὶ δόκησιν. Συμβαίνει δέ τι τοιοῦτον, καὶ ἐπὶ τῶν ἢ πείνῃ τυχὸν ἢ δίψει κατισχημένων ἰδεῖν· ὀρεκτιᾷ μὲν γὰρ ἡ τοῦ σώματος φύσις ἀναγκαίως τὰ ἑαυτῆς· ὕπνου τε μήν ἐσθ' ὅτε τὸν νοῦν κατακηλήσαντος, οὐδὲν ἧττον ἡ φύσις ἐν ἐπιθυμίαις ἐστὶν ὧν ἂν βούλοιτο τυχόν. Ἐντεῦθεν, οἶμαί που, καθάπερ τινὲς ἀτμοὶ καὶ φαντασίαι λεπταὶ τοῦ πράγματος περιθέουσι τὸν νοῦν, ἀλλ' ἔσται ματαία καὶ ἀνόνητος παντελῶς ἡ δόκησις, ὕπνου λοιπὸν τῶν ὀμμάτων ἀπονοστήσαντος. Οὕτως ἔστω, φησὶν, ὁ πλοῦτος πάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος τὸ Σιών. Πότε δὲ ἢ πῶς γενέσθαι ταυτὶ συμβέβηκε, παρείσθω λέγειν. Ἐκλύθητε, καὶ ἔκστητε, καὶ κραιπαλήσατε, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου, ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ γλυπτά. Προσδιαλέγεται πάλιν τοῖς τῶν θείων θεσπισμάτων καταφρονηταῖς, καὶ παρ' οὐδὲν ἡγεῖσθαι μεμελετηκόσι τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα, φημὶ δὴ τὸ εὐαγγελικόν. Καίτοι γὰρ παρὸν αὐτοῖς, καὶ σφόδρα ἑτοίμως, τῆς διὰ Χριστοῦ σωτηρίας ἀποκερδᾶναι τὴν χάριν, εὐήνιον τὸν τῆς διανοίας ἐπάγουσιν αὐ-