Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.653
Not analysed yet
χένα. Τοῦτο μὲν οὖν οὐκ ἔδρων οἱ δείλαιοι, περιαυτιζόμενοι δὲ καὶ μεγάλα φρονοῦντες ἐφ' ἑαυτοῖς ἀνέδην ἔφασκον· «Ἡμεῖς τοῦ Μωσέως ἐσμὲν μαθηταί· ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ἀλλ' ἤκουον Χριστοῦ λέγοντος ἐναργῶς· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Καὶ πάλιν· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Ἐπειδὴ δὲ καίτοι τῶν οὕτω σεπτῶν ἀκροώμενοι λόγων γεγόνασι μὲν κατ' οὐδένα τρόπον ἐαυτῶν ἀμείνους ἢ σοφώτεροι· σκληροὶ δὲ καὶ ἀκαμπεῖς κατεφωρῶντο λοιπόν. Τότε δὴ τότε καὶ μάλα εἰκότως κατελήφθησαν ὑπὸ τῆς σκοτίας ἐκλέλυνται δὲ τρόπον τινὰ, καὶ φρενὸς ἐξέστησαν ἀγαθῆς, καὶ καθάπερ ἐξ οἴνου κεκραιπαληκότες πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐκόλως καταδεδόνηνται. Τοιοῦτόν τι σημαίνων φησὶ πρὸς αὐτούς· Ἐκλύθητε, καὶ ἔκστητε καὶ κραιπαλήσατε, οὐκ ἀπὸ σίκερα, οὐδ' ἀπὸ οἴνου. Οἶδε γὰρ, οἶδε καταμεθύσκειν τὸν νοῦν, οὐχὶ πάντη τε καὶ πάντως οἶνος ὁ αἰσθητὸς, ἤγουν τὸ μεθύσκον κέρασμα, τοῦτ' ἔστι, τὸ σίκερα. Συμφοραὶ δὲ μᾶλλον τοῦτο δρῶσι νεανικώτερον, καὶ οἷά τις πώρωσις ἐκ θείας ὀργῆς τῇ διανοίᾳ συμβαίνουσα, τοῦτο γὰρ, οἶμαι, διδάσκει λέγων· Καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ γλυπτά. Οἱ γὰρ πάλαι, φησὶ, διὰ τῆς τοῦ νόμου παιδαγωγίας σεσοφωμένοι, καὶ τῆς ἀληθείας τὸ κάλλος ὡς ἐν ἀμυδραῖς ἔτι καταθεώμενοι ταῖς σκιαῖς, καὶ συνιέντες ἐκ μέρους τῶν ἁγίων προφητῶν τοὺς λόγους, καὶ αὐτοῦ δὴ τούτου στερηθήσονται. Καμμύσει γὰρ τοὺς τῆς διανοίας αὐτῶν ὀφθαλμοὺς, καίτοι πάλαι βλέποντας τὰ γλυπτά [Sept. κρυπτὰ, non γλυπτά]. Πείσεται δὲ τοῦτο, φησὶν, ἄρχων, καὶ προφήτης, τοῦτ' ἔστιν, ἡγούμενος καὶ ἱερέως. Ὠνόμαζον γὰρ προφήτας τοὺς τῶν ἁγίων προφητῶν πολυπραγμονοῦντας τὰ προφητῶν. Ἦσαν δέ τινες παρὰ τοῖς Ἰουδαίοις νομομαθείας ὑπόληψιν ἔχοντες καθηγηταὶ καὶ διδάσκαλοι, καθάπερ ἀμέλει καὶ Γαμαλιὴλ, περὶ οὗ πολὺς παρ' αὐτοῖς ὁ λόγος ἦν. Καὶ ἔσται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα, ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου, ὃ ἐὰν δώσουσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, λέγοντες· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. Καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· Ἀνάγνωθι τοῦτο, καὶ ἐρεῖ· Οὐκ ἐπίσταμαι γράμματα. Ἔφη που πρὸς Ἰουδαίους ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε.» Οὐκοῦν εἰκῆ πεπονήκασιν ἄνω τε κάτω τὴν διὰ Μωσέως ἐντολὴν ἀειλογοῦντες οἱ ἐξ Ἰσραὴλ καὶ προσποιούμενοι μὲν τῶν νομικῶν γραμμάτων εἰς νοῦν καὶ καρδίαν οὐκ ἀγεννῆ συλλέξασθαι σύνεσιν, οὐ μὴν ἐπιζητοῦντες Χριστὸν, καίτοι τοῦ νόμου τὸ αὐτοῦ λαλοῦντος μυστήριον. Ἤκουον