Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.656
Not analysed yet
γὰρ πάλιν· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Οὐκοῦν ἐπειδήπερ οὐ πολὺς ἦν παρ' αὐτοῖς ὁ τοῦ νόμου λόγος, μᾶλλον δὲ ἀπεκτόνασι τὸν δι' αὐτοῦ προαναφωνούμενον, καὶ τῆς εἰς Μωσέα τιμῆς ἀλογήσαντες κατεσφραγίσθη τρόπον τινὰ παρὰ Θεοῦ, καθάπερ βιβλίον ἒν ἡ θεόπνευστος Γραφή. Ἓν γὰρ ἡ πᾶσά ἐστι καὶ λελάληται δι' ἑνὸς τοῦ ἁγίου Πνεύματος· κατεσφραγίσθη δὲ τινά τρόπον; Οὔτε γὰρ οἱ ἀναγνῶναι δυνάμενοι, καὶ εἰδότες γράμματα συνιέναι τι δύνανται τῶν ἐν αὐτῷ, οὔτε μὴν καὶ εἰ μή τις εἰδείη γράμματα γνώσεταί τι τῶν κεκρυμμένων ἐν αὐτῷ· ἀλλ' ἔσται πᾶσιν ἐν ἴσῳ τρόπω κατεσφραγισμένος ὁ νόμος, ὡς ἄληπτον παντελῶς, καὶ τοῖς τὴν λέξιν εἰδόσι, τὴν τῶν ἐννοιῶν γενέσθαι δύναμιν. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαβὶδ πρὸς τὸν Θεὸν ὑμνούμενον· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκυψον.» Καὶ εἶπε Κύριος· Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας. Ὑποκρινόμενοι γὰρ Ἰουδαῖοι τῶν νομικῶν ἐνταλμάτων τὸ βάθος ὁρᾷν, καὶ ἐπὶ γλώττης ἔχοντες τὴν πάλαι διωρισμένην τοῖς πατράσιν ἐντολὴν, μεμετρήκασιν ἐν τούτῳ καὶ μόνῳ τῆς πρὸς Θεὸν λατρείας τὴν δύναμιν. Ἔδρων μὲν γὰρ τῶν τεθεσπισμένων τὸ σύμπαν οὐδὲν, ἀτιμάσαντες δὲ ὥσπερ τὴν τοῦ νομοθέτου βούλησιν ἐτράποντο πρὸς διδασκαλίαν, καὶ ἀνθρώπων ἐντάλματα. Παραδόσεις γάρ τινας εἰκαίας καινοτομοῦντες ἑαυτοῖς ᾤοντο μὲν εἶναι φιλόθεοί τε καὶ ἀγαθοὶ, ἠλέγχοντο δὲ δι' αὐτῶν τῶν πραγμάτων τὴς εἰς Θεὸν ἀγάπης ἀσυνέτως ἀποπηδήσαντες. Οὐκοῦν τό γε ἧκον εἰς τὸ ἐπὶ γλώττης ἔχειν τὸν νόμον, ἐγγὺς ἑαυτοὺς ἐνόμιζον εἶναι Θεοῦ, διὰ δέ γε τοῦ μὴ ἀνέχεσθαι πληροῦν αὐτὸν, ἀποφοιτῶντες ἠλέγχοντο, καὶ ἔξω που γεγονότες αὐτοῦ. Ὅτι γὰρ τοῖς ἀνθρώπων ἐντάλμασι προσέκειντο μᾶλλον, κἀντεῦθεν ἂν γένοιτο καταφανές· «Προσήεσαν μὲν γάρ ποτε τῷ Σωτῆρι λέγοντες οἱ Γραμματεῖς, καὶ οἱ Φαρισαῖοι· Διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας ὅτε ἄρτον ἐσθίουσι. Καὶ πρός γε ταῦτο ἔφασκεν ὁ Κύριος· Διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ; Ὁ γὰρ Θεὸς εἶπε· Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα σου· καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ, ἢ τῇ μητρὶ, Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῖ διὰ τὴν παράδοσιν ὑμῶν.» Προσεπήνεγκε δὲ τούτοις τὸ προκείμενον ὑμῖν ῥητόν· ἔφη γὰρ, ὅτι «Ὑποκριταὶ καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν λέγων Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ.» Οὐκοῦν ἐπειδή περ τὸν παιδαγωγὸν ἀτιμάσαντες, καὶ τοῦ μηδενὸς ἀξιώσαντες λόγου τὸν παρὰ Θεοῦ νόμον ἐτράποντο