Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.657
Not analysed yet
πρὸς διδασκαλίας καὶ ἐντολὰς ἀνθρώπων, κατεσφραγίσθη ταύτῃτοι, καὶ σφόδρα εἰκότως τὸ τῆς θεοπνεύστου Γραφῆς βιβλίον. Οὐ γὰρ ἦν ἀκόλουθον τὴν διὰ τῆς θεοπνεύστου Γραφῆς πλουτίσαι σύνεσιν τοὺς καταφρονοῦντας αὐτῆς. Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτοὺς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. Μετεκομίσθη γὰρ ὥσπερ ὁ τῶν Ἰουδαίων δῆμος κατὰ πολλοὺς, οἶμαι, τρόπους. Κλῆρος μὲν γὰρ ὠνομάσθη Θεοῦ, μερίς τε αὐτοῦ καὶ σχοίνισμα· μετετέθη δὲ ὥσπερ. Οὐ γὰρ ἔτι κλῆρος κεχρημάτικεν αὐτῷ, μερὶς δὲ γέγονεν ἀλωπέκων, καὶ δέδοται τῷ Σατανᾷ, καὶ τοῖς ἀκαθάρτοις πνεύμασιν εἰς τροφὴν, μετετέθη δὲ καὶ ἀπό γε τοῦ φρονεῖν ὀρθῶς, εἰς ἀδόκιμον νοῦν ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος εἰς ἀσθένειαν, ἐκ τοῦ εἶναι σοφὸς εἰς ἐσχάτην ἀβελτηρίαν. Ἀπολῶ γὰρ, φησὶ, τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. Εἶναι μὲν γὰρ ἐδόκουν σοφοί τε καὶ πολυγνώμονες οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, νομομαθείας ἔχοντες δόξαν, ἀλλὰ κέκρυπται παρὰ Θεοῦ, καὶ μονονουχὶ συνεστάλη τῶν σοφῶν ἡ σύνεσις, τοῦτ' ἔστιν, ὁ νόμος, ἤγουν ἡ θεόπνευστος Γραφή. Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου· οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν τῷ σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσι· Τίς ἡμᾶς ἑώρακε; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν; Ὅτε ποινὴν καὶ δίκην καθορίζει τινῶν ὁ τῶν ὅλων Θεὸς, εὐθὺς ἐπιφέρει τὰς τοῦ πράγματος αἰτίας, καὶ ἵστησιν ἐναργῆ τὰ τῶν πεπονθότων ἐγκλήματα, ἵνα καὶ δίκαιος ὁρῷτο πάντα κολάζων ἐν δίκῃ. Ἔφη τοίνυν ὡς ἀσύνετοι παντελῶς ἔσονται τῶν Ἰουδαίων οἱ δῆμοι κατεσφραγισμένου τοῦ νόμου, καὶ ἁπάσης ἐξῃρημένης τῆς ἐν αὐτοῖς συνέσεως, ἀπομεῖναι τυφλοὺς, νοητῶς δηλονότι. Ποῖα τοιγαροῦν τὰ ἐγκλήματα, καὶ ἐπὶ τίσιν αὐτοῖς τὸ ἔν γε τούτῳ κατολισθεῖν συμβέβηκε διατρανοῖ παραχρῆμα. Πλεῖσται γὰρ ὅσαι κατὰ Χριστοῦ γεγόνασιν αἱ παρ' αὐτῶν σκέψεις, καὶ ἀπᾴδουσαι Θεῷ. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, οὐ διὰ Κυρίου· καὶ δὴ καὶ ᾤοντο κατὰ σφᾶς αὐτοὺς βουλεύεσθαι μὲν λεληθότως, καὶ ἐγχειρημάτων ἅπτεσθαι πικρῶν ὡς τάχα που καὶ λέγειν, Τίς ἡμᾶς ἑώρακεν, ἢ τίς γνώσεται ἃ ἡμεῖς ποιοῦμεν; Ἀλλ' ἠγνόησαν ὅτι τὸν θεῖόν τε καὶ ἀκήρατον νοῦν οὐκ ἂν διαλάθοι βουλὴ, καὶ σκέψις ἀνθρώπου πικρὰ, καὶ ἐγχειρημάτων δύναμις, κἂν εἰ πράττοι τὸ τυχὸν ἐν σκότει καὶ κεκρυμμένως. Κατεμισθοῦντο μὲν γὰρ τὸν προδότην Ἰούδα, μονονουχὶ λέγοντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Καὶ δὴ σταυρῷ παρέδωσαν, καὶ τό γε ἧκον ἐπ' αὐτοῖς ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς· ἐγηγερμένῳ δὲ πάλιν ἐκ νεκρῶν ἐπεφύοντο δεινοὶ καὶ λεληθότως ἔδρων τὰ ἐξ ἀνοσίας τε καὶ βασκάνου φρενός. Ἐγηγέρθαι γὰρ γνόντες αὐτὸν, ἀργύρια ἱκανὰ δεδώκασι τοῖς στρατιώταις τοῖς τοῦ τάφου φρουροῖς, ἵνα εἴπωσιν ὅτι οἱ μαθηταὶ αὐτοῦ διὰ νυκτὸς λαθόντες ἔκλεψαν αὐτόν.