Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.660
Not analysed yet
Οὐαὶ τοίνυν, φησὶν, οἱ τὰς τοιάσδε βουλὰς ποιεῖν εἰωθότες, οὐ διὰ Κυρίου μᾶλλον, ἀλλ' ὡς ἔν γε τῷ Βεελζεβούλ. Οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, Οὐ συνετῶς με ἐποίησας; Εἰρηκὼς ὅτι Μεταθήσω τὸν λαὸν τοῦτον, ὅτι πάντη τε καὶ πάντως κατορθώσει τὸ χρῆμα καὶ λίαν ἀμογητὶ διαδείκνυσιν ἐν τούτοις, μεταπλασθήσεσθαι λέγων αὐτοὺς εἰς ὅπερ ἂν ὁ δημιουργήσας ἐθέλοι, καθάπερ ἀμέλει, καὶ τὸ διὰ χειρῶν κεραμέως τεχνουργούμενοι. Τοιοῦτόν τι πάλιν καὶ ὁ προφήτης Ἱερεμίας ἐδιδάσκετο· «Ἀνάστηθι γὰρ, φησὶ, καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. Καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων, καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἀπὸ τῶν χειρῶν αὐτοῦ· καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῖ ποιῆσαι, καὶ εἶπε Κύριος πρός με· Μὴ ὡς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι ποιῆσαι ὑμᾶς, οἶκος τοῦ Ἰσραήλ; Ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου.» Μεταπλάττει γὰρ εὐκόλως, ἐφ' ὅπερ ἂν ἕλοιτο τὸ παρ' αὐτοῦ γεγονὸς ὁ τῶν ὅλων τεχνίτης καὶ δημιουργός. Οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμὲλ, καὶ τὸ ὄρος τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται; Ἔσεσθαι λέγων αὐτοὺς ὡς πηλὸν κεραμέως, καὶ μεταπλασθήσεται πρὸς τὰ αἰσχίω· διά τοι τὸ πλείστην ὅσην ἐν αὐτοῖς εἶναι τὴν ἁμαρτίαν τινὰ τρόπον ἔσται τὸ χρῆμα διαδείκνυσιν ἐναργῶς, καὶ καταλευκαίνει τρόπον τινὰ τὸ ἀμυδρῶς εἰρῆσθαι δοκοῦν. Λίβανος μὲν ὄρος ἐστὶ τῆς Φοινίκης, καὶ ἦσαν πάντες οἱ ἐν αὐτῷ καὶ περὶ αὐτὸ κατοικοῦντες ἄνθρωποι τῶν ὅτι μάλιστα δεισιδαιμονεστάτων, ὁμοίως δὲ καὶ τὸ Χαρμὲλ ὄρος ἦν ἐν τῇ Ἰουδαίων χώρᾳ, παμμέγεθες ἐν ᾧ κατοικῆσαι λέγεται καὶ ὁ Θεσβίτης Ἠλίας. Οὐκοῦν ἀπὸ τῶν ὀρῶν ἤτοι τῶν χωρῶν ἐν αἷς τὰ ὄρη τοὺς ἐνοικοῦντας ἐν αὐτοῖς κατασημᾶναι βούλεται, καί φησιν, ὅτι Μετατεθήσεται, ὅ ἐστι μεταβληθήσεται ὁ Λίβανος, ἔσται δὲ ὡς τὸ Καρμήλιον ὄρος. Τὸ δὲ ὄρος τὸ Καρμήλιον ὡς ὁ Λίβανος, τοῦτ' ἔστιν, οἱ μέν ποτε τοῖς εἰδώλοις λατρεύοντες τὸν ἐν τῇ Ἰουδαίᾳ προσκυνούμενον ἐπιγνώσονται Θεὸν, καὶ ἐν τάξει τοῦ πρωτοτόκου Ἰσραὴλ καταλογισθήσονται. Οἵ γε μὴν ἐκ σπέρματος Ἰσραὴλ τοῖς τὸν Λίβανον οἰκοῦσι καὶ πλανωμένοις ποτὲ γενήσονται παραπλήσιοι. Ἐκβέβληται μὲν γὰρ ὁ Ἰσραὴλ τῆς πρὸς Θεὸν οἰκειότητος διά τοι τὴν εἰς Χριστὸν δυσσέβειαν. Προσελήφθη δὲ τὰ ἔθνη καὶ ἡγιασμένα διὰ τοῦ Πνεύματος θείας φύσεως γεγόνασι κοινωνοί. Μετατεθήσεται τοίνυν, ὁ Λίβανος, φησὶν, ὡς τὸ ὄρος τὸ Χερμὲλ, καὶ τὸ ὄρος τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται, τοῦτ' ἔστιν, ὡς ὕλη ξύλων ἀγρίων, ὧν τὸ τέλος εἰς καῦσιν. Ἢ καὶ καθ'