Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.661
Not analysed yet
ἕτερον τρόπον. Δρυτόμοι γὰρ ὥσπερ γεγόνασι τοῖς ἐξ Ἰσραὴλ οἱ καταδῃοῦντες αὐτὸν, καὶ τοῦτο, οἶμαι, δηλοῖ λέγων ὁ προφήτης Ζαχαρίας· «Διάνοιξον, ὧ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος. Ὀλολύξατε, δρῦες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος» Ἄθρει δὴ οὖν, ὅτι καὶ αὐτὸς τῷ Λιβάνῳ παρεικάζει τὴν Ἰουδαίαν, ὡς οὐδὲν διαφέρουσαν τῶν ἐν αὐτῷ πάλαι, τοῦτ' ἔστι, τῶν πλανωμένων. Πίτυν δὲ καὶ κέδρον, καὶ μέν τοι καὶ δρῦν τοὺς ἐν αὐτῇ πεσόντας ἀποκαλεῖ. Ὑψηλοὶ γὰρ ὄντες, ὑψοῦ τε ᾐρμένοι, καθάπερ ὑπὸ πυρὸς δεδαπάνηνται τῆς θείας ὀργῆς. Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λύγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμίχλῃ. Ὀφθαλμοὶ τυφλῶν βλέψονται, καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κυρίου ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἐθνῶν ἐμπλησθήσονται εὐφροσύνης. Τὴν τῶν ἐθνῶν κλῆσιν διά γε τῶν προκειμένων ἡμῖν ἐναργέστατα δηλοῖ. Ἔστι δὲ καθάπερ ἐξ ἀντιστρόφου τῶν πραγμάτων τὴν φύσιν ἰδεῖν συμβαίνουσαν. Ἔφη μὲν γὰρ ὅτι κατασφραγισθήσεται τὸ τοῦ νόμου βιβλίον ἤγουν ἁπάσης τῆς θεοπνεύστου Γραφῆς, καὶ τὸν τῶν Ἰουδαίων κρυβήσεται νοῦν τῶν θείων λογίων ἡ γνῶσις· ὡς τὸν μὲν εἰδότα γράμματα, φάναι τὸ, Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γὰρ, τὸν μὴ εἰδότα δὲ, φάναι τὸ, Οὐκ οἶδα γράμματα, ἀλλ' ὅτι κεκλήσονται τὰ ἔθνη πρὸς ἐπίγνωσιν Θεοῦ καὶ τὸ τῶν εὐαγγελικῶν κηρυγμάτων εἰς νοῦν καὶ καρδίαν εἰσδέξονται φῶς, καὶ αὐτὸν δὲ συνήσουσι τὸν διὰ Μωσέως νόμον, καίτοι κωφοὶ καὶ ἀνήκοοι γεγονότες ποτὲ, καὶ οἷον ἐν ὁμίχλῃ καὶ σκότῳ διατρίβοντες, ὡς ἐν ἀμαθίᾳ καὶ πλάνῃ καθίστησιν ἐναργές. Ἠσθῆσθαι δέ φησιν αὐτοὺς, οὐκ ἐφ' ἑτέροις τισὶ τοῖς κατὰ τόνδε τὸν βίον πράγμασιν, ἀλλ' ἐπὶ Κυρίῳ, τοῦτ' ἔστι, Χριστῷ. Πτωχοὶ γὰρ ὄντες, καὶ τῶν ἀγαθῶν οὐδὲν ἔχοντες εἰς νοῦν, ἀλλ' ἐν ἐνδείᾳ πάσης ὑπάρχοντες ἀρετῆς, καὶ ἐλπίδα μὴ ἔχοντες· ἄθεοι γὰρ ἦσαν ἐν τῷ κόσμῳ, κατὰ τὸ γεγραμμένον· πλησθήσονται ἐν εὐφροσύνῃ. Ἔσονται γὰρ, καὶ ἁμαρτίας ἐλεύθεροι καὶ πλήρεις ἁγιασμοῦ, καὶ θανάτου κρείττονες, καὶ ἐλπίδων ἐπίμεστοι τῶν παρὰ Θεοῦ, διηνεκοῦς εὐφροσύνης μέτοχοι. Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσι, καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον. Ὡς ἐκ μέσου γενομένων, καὶ ἐκβεβλημένων τῆς πρὸς Θεὸν οἰκειότητος τῶν ἐξ Ἰσραὴλ, εἰ καὶ μὴ εἰς ἅπαν· σέσωσται γὰρ τὸ κατάλειμμα κατὰ τὴν τοῦ προφήτου φωνήν· ἐκλελοιπέναι φησὶν ἄνομόν τε καὶ ὑπερήφανον· ἄνομοι μὲν γὰρ ὡς μηδὲ αὐτὸν τετηρηκότες τὸν νόμον, τραπόμενοι δὲ μᾶλλον εἰς διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων. ὑπερήφανοι δὲ λίαν καὶ κατωφρυωμένοι δεινῶς ὡς Χριστὸν ἀτιμάσαντες. Ποτὲ μὲν γὰρ ἔφα-