Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.664
Not analysed yet
σκον· «Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκε;» Ποτὲ δὲ πάλιν· «Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις, Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα. Τίνα σεαυτὸν ποιεῖς;» Καὶ μὴν καὶ ἑτέρωθι κατίδοι τις ἂν αὐτοὺς ἀνοσιώτατα λέγοντας τοὺς Γραμματέας τε καὶ Φαρισαίους· «Δαιμόνιον ἔχει καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Ἐξωλοθρεύθησαν τοίνυν οἱ παρανομοῦντες ἀεὶ διὰ πολλὴν κακίαν καὶ τῆς ἐνούσης αὐτοῖς δυστροπίας τὸ μέγεθος. Οὗτοι δὲ ἦσαν οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· ἀποκομίζοντες γὰρ, ὡς ἔφην, τοὺς ὑπὸ χεῖρα λαοὺς τῆς εἰς τὸν νόμον αἰδοῦς, ἁμαρτάνειν παρεσκεύαζον τὸν ἴδιον λόγον ἤτοι τὰ ἑαυτῶν ἐντάλματα τηρεῖν ἀναπείθοντες· καὶ ταῦτα ἡγεῖσθαι παρασκευάζοντες νόμον· καὶ τὸ ἔτι τούτων ἀνοσιώτερον, ἐποιοῦντο πρόσκομμα τοὺς ἐλέγχοντας ἐν πύλαις. Οἱ μὲν γὰρ ἅγιοι προφῆται τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύοντες λόγους, τοὺς ἐξ Ἰσραὴλ ἤλεγχον ἐσθ' ὅτε, καὶ τοῦτο ἐν παῤῥησίᾳ καὶ οὐ λεληθότως, ἀλλ' οἷον ἐν πύλαις. Οἱ δὲ καθηγεῖσθαι λαχόντες τῶν ὑπὸ χεῖρα ποιμνίων, καὶ παιδαγωγεῖν ὀφείλοντες εἰς πᾶν ὁτιοῦν τῶν χρησίμων τοὺς τῆς ὀρθῆς τε καὶ ἀμωμήτου παρεκθέοντας ὁδοῦ, τοὺς ὠφελοῦντας ἐλέγχους ἐποιοῦντο πρόσκομμα, πλάνους τάχα που καὶ ψευδοεπεῖς ὀνομάζοντες. Σκοπὸς γὰρ ἦν αὐτοῖς τὸ ἐν ἀδίκοις πράγμασι τὴν τοῦ δικαίου δύναμιν παρευθύνειν ἀεί. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, Ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον, οἷον τοῦ νόμου λέγοντος, «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου,» καὶ, «Ὁ κακολογῶν πατέρα, ἢ μητέρα, θανάτῳ τελευτάτω.» Αὐτοὶ λέγειν ἐδίδασκον τοῖς γεγεννηκόσι τοὺς ἐξ αὐτῶν γεννωμένους· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῆς. Κἂν εἰ τοῦτ λέγοιεν, οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα αὐτοῦ. Ἐξέστω, φησὶ, μὴ τιμᾷν πατέρα, ἢ μητέρα. Τοῦτο γὰρ αὐτοῖς ὠνείδιζεν ὁ Χριστὸς λέγων· Ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. Διὰ τοῦτο τάδε λέγει Κύριος, ἐπὶ τὸν οἶκον Ἰακὼβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ· Οὐ νῦν αἰσχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ἰσραήλ· ἀλλ' ὅταν ἴδωσι τὰ παιδία αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται. Ἀνανήφει πανταχοῦ τῆς προφητείας ὁ λόγος, καὶ τῶν εἰωθότων φιλοψογεῖν προαναβλέπει τὴν κακουργίαν. Ἔφη γὰρ μὲν, ὅτι Ἐξέλιπεν ἄνομος, ἀπώλετο ὑπερήφανος· ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ. Ἐπειδὴ δὲ ἦν εἰκὸς ἐκ πολλῆς ἄγαν ἀμαθίας οἴεσθαί τινας ψευδοεπῆσαι τὸν Θεόν· οὐκ εἰσάπαν ἀπολωλότος τοῦ Ἰσραὴλ, σεσωσμένου δὲ, ὡς ἔφην, τοῦ καταλείμματος· ταύτῃτοι καὶ σφόδρα χρησίμως διαμέμνηται τῆς ἐλπίδος τῆς τετηρημένης τῷ Ἰσραὴλ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Κληθήσονται καὶ αὐτοὶ διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ ὀπίσω δρα-