Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.665
Not analysed yet
μοῦνται τῶν ἐθνῶν. Ὄταν γὰρ, φησὶ, τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Τί οὖν φησι· Διὰ τοῦτο τάδε λέγει Κύριος, ἐπὶ τὸν οἶκον Ἰακὼβ ὃν ἀφώρισεν ἐξ Ἀβραάμ; Ἐξειλεγμένος γὰρ ἦν ἀπὸ πάντων τῶν ἐθνῶν ὁ Ἰσραὴλ, καὶ οἷά τις κλῆρος ἐξαίρετος τῷ Θεῷ, τὸ ἐξ Ἀβραάμ τε καὶ Ἰακὼβ κατελογίσθη γένος. Ἀλλ' οὐ νῦν αἰσχυνθήσονται, φησὶν, οὐδὲ νῦν μεταβαλοῦσι τὸ πρόσωπον, τοῦτ' ἔστιν, οὐκ εὐθὺς ὅτε καὶ δεδυσσεβήκασιν εἰς Χριστὸν, ἐν ἐπιγνώσει γεγονότες τῆς ἑαυτῶν ἁμαρτίας αἰσχυνθήσονται, καὶ οἷον μεταχωρήσουσιν, ὡς πρός γε τὸ δεῖν οὐκέθ' ὁρᾶσθαι τοιούτους. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ μεταβαλεῖν τὸ πρόσωπον· ἀλλὰ προϊόντος τοῦ καιροῦ, ὅταν οἱ ἐξ αὐτῶν γεγονότες ἴδωσί μου τὰ ἔργα, τοῦτ' ἔστιν, ὅταν θεάσωνται κεκλημένην τὴν ὑπ' οὐρανὸν, καὶ πιστεύσαντας τοὺς ἀνὰ πᾶσαν τὴν γῆν εἰς ἐμέ· ὅταν ἴδωσι τὴν τοῦ διαβόλου δύναμιν κατασεσεισμένην, ἀνῃρημένης δὲ δηλονότι τῆς ἀρχαίας ἐκείνης, καὶ βεβήλου πλάνης, καὶ ὁμοῦ τεμένεσιν εἰδώλων ἐμπεπρησμένων, τότε ἁγιάσουσι τὸ ὄνομά μου, ἀντὶ τοῦ, ἅγιον ἡγήσονταί με καὶ αὐτοί· ἁγιάσουσι δὲ ὡς ὄντα κατὰ ἀλήθειαν τὸν ἅγιον τοῦ Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραήλ. Οὕτω γάρ με φοβηθήσονται. Ὁδὸς δὲ πρὸς σωτηρίαν ἀεί πώς ἐστιν ὁ τοῦ Θεοῦ φόβος. Γέγραπται γὰρ, ὅτι «Φόβος Κυρίου ζωὴν ποιεῖ.» Καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. Ἁγιάσαντες γὰρ τὸ ὄνομα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ ἀραρότως πεπιστευκότες, ὡς ἔστιν αὐτὸς ἅγιος τοῦ Ἰακὼβ, καὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ γνώσονται σύνεσιν· καίτοι πνεύματι πλάνης κατισχημένοι ποτὲ, καὶ τὸν νόμον ἔχοντες κατεσφραγισμένον· οἱ δὲ ἀεὶ γογγύζοντες μαθήσονται ὑπακούειν. Διεγόγγυζον γὰρ κατὰ Χριστοῦ οἱ τῶν Ἰουδαίων δῆμοι, ποτὲ μὲν λέγοντες· «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;» ποτὲ δὲ πρὸς τούτοις, καὶ διώκειν αὐτὸν οὐ παραιτούμενοι» καὶ εἰς ἐγκλήματος δύναμιν καταγράφοντες αὐτῷ τὴν ἀλήθειαν. Ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ Υἱὸν ἑαυτὸν ὠνόμαζε τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐδὲν οὖσαν τὴν τοῦ νόμου σκιὰν ἀποφαίνων, τῆς ἐν πνεύματι λατρείας παρετίθει τὸ κάλλος. Οἱ δὲ ἐδίωκον αὐτὸν, «Οὐ μόνον, φησὶν, ὅτι ἔλυε Σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.» Οἱ τοίνυν καταγογγύζοντες μαθήσονται ὑπακούειν, φησὶν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. Τῶν γὰρ μὴ ὀρθὰ περὶ Χριστοῦ λαλεῖν εἰωθότων ἐψέλλιζον αἱ γλῶσσαι, πλὴν μαθήσονται, φησὶ, τὰ αὐτοῦ λαλεῖν καὶ τὰ εἰς εἰρήνην ἐρεύγεσθαι μᾶλλον, οὐκ ἀποφοιτοῦντες ἔτι πρὸς ἀπόνοιαν τὴν πρώτην, ὑποφέροντες δὲ μᾶλλον αὐτῷ τὸν τῆς διανοίας αὐχένα. Λαλεῖν δὲ εἰρήνην πρὸς τὸν Ἰησοῦν εἴ τις λέγει, Κύριος ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Οὐαὶ, τέκνα ἀποστάται, τάδε λέγει Κύριος