Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.677
Not analysed yet
τηρίαν ὑμῖν τὸ τῆς Ἰουδαίας ἀποδραμεῖν. Ἀλλὰ κοῦφοι, φησὶν, ἔσονται οἱ διώκοντες ὑμᾶς, τοῦτ' ἕστι, πτηνοὶ καὶ ὀξεῖς, δεινοὶ δὲ οὕτω καὶ φοβεροὶ παρ' ὑμῖν, καὶ εἰς τοῦτο δειλίας κατοιχήσεται τῶν ἀνηκόων ὁ νοῦς, ὡς ἑνὸς τῶν πολεμίων καὶ μόνον ἀναβοήσαντος τραπέσθαι χιλίους εἰς φυγήν. Εἰ δὲ δὴ καὶ πέντε καταλήξειαν τῆς Ἰουδαίων φάλαγγος φεύξονται πολλοί· ἐπίσημον δὲ οὕτως ὑπομενοῦσι τὴν ταλαιπωρίαν, ὡς περίοπτον γενέσθαι, καὶ οὐδενὶ τὸ σύμπαν ἀγνοουμένην, ὁρωμένην δὲ οὕτως καθάπερ ἀμέλει καὶ ἱστὸν εἴ τις ἐπ' ὄρους ἀναστήσειεν, ἢ καὶ σημαίαν ἐπὶ βουνοῦ. Σημαίαν δὲ καὶ ἱστόν φησιν εἶναι τὸ ἐν βουνοῖς, ἢ γηλόφοις ἐγειρόμενον ξύλον σημεῖα τινὰ φοροῦν, δι' οὗ σημαίνουσι τοῖς στρατεύμασιν οἱ καθηγεῖσθαι λαχόντες, ἢ ὅτι νενικήκασι, καὶ τὰ τῆς μάχης αὐτοῖς εὖ ἔχει τυχὸν, ἤγουν ὅτι χρὴ συναγείρεσθαι πρὸς αὐτοὺς, ἵνα τι τῶν ἁγίων ἀκούσειαν. Καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς· καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν. Καὶ ποῦ καταλήψετε τὴν δόξαν ὑμῶν; Ἐλπίδα πάλιν τετήρηκε τοῖς ἐξ Ἰσραήλ. Σέσωται γὰρ τὸ κατάλειμμα. Οὐ γὰρ ὁλόῤῥιζος, φησὶν, ὁ ἠγαπημένος οἰχήσεται πρὸς ἀπώλειαν, οὔτε μὴν ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, καθά φησιν ὁ μακάριος Δαβὶδ, ἀλλ' ἔσται τὸ ὄνομα αὐτοῦ δεδοξασμένον καὶ ὑψηλὸν, ὅταν ὑμᾶς ἐλεήσῃ. Ἀλλ' ἐρεῖς, ὅτι Καίτοι πῶς οὐκ ἦν ἀγαθοῦ τὸ μηδ' ὅλως τὴν δίκην ἐπενεγκεῖν; Ἀλλ' ἐννοεῖν ἀκόλουθον, ὅτι πρὸς τὸ εἶναι χρηστὸς καὶ κριτής ἐστιν. Ἔργον δὲ τοῦ κρίνοντος ὀρθῶς τε καὶ ἀδεκάστως τὸ ἀναλόγως τοῖς ἑκάστου πταίσμασιν ἐπιμετρεῖν τὰς δίκας. Ἀγαθοῦ δὲ πάλιν τὸ καὶ ἡμέρῳ νεύματι μεταπλάττειν ἐπὶ τὸ ἄμεινον τοὺς κεκολασμένους. Ὑμεῖς δὲ, φησὶ, ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν; Ἀντὶ δὲ τοῦ, καταλείψετε, τὸ, καταλειφθήσεται, φησίν. Ἀδιαφορεῖ γάρ ἐσθ' ὅτε περὶ τὰς λέξεις ἡ θεόπνευστος Γραφή. Ὀνειδίζει τοιγαροῦν αὐτοῖς ὅτι τὴν ἑαυτῶν δόξαν τὸ εἶναι Θεοῦ καὶ λέγεσθαι, κλῆρος γὰρ ἦσαν αὐτοῦ, οὐδενὸς πεποίηνται λόγου. Καταλελοίπασι γὰρ αὐτὴν μεταπίπτοντες εἰς τὰ αἰσχίω, καὶ λατρεύσαντες τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀπειθοῦντες μὲν προφήταις ἁγίοις, ἀλογήσαντες δὲ καὶ αὐτῆς τῆς παρὰ Θεοῦ σωτηρίας, καὶ ψευδῆ, καὶ ἀνόητον ἐλπίδα τὴν ἐπ' ἀνθρώποις τετιμηκότες. Καταβεβήκασι γὰρ, ὡς ἔφην, εἰς τὴν Αἰγυπτίων. Μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ, διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν· Ἐλέησόν με. Ἐλεήσει σε· τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου. Δόξαν ὀνομάσας τοῦ Ἰσραὴλ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν, διαδείκνυσιν ὅτι τὸ μὴ ἐθέλειν ἀποφοιτᾷν αὐτοῦ, προσερηρεῖσθαι δὲ μᾶλλον αὐτῷ διὰ τῆς εἰς πᾶν ὅτι οὖν εὐπειθείας καὶ ὑποταγῆς, πάντη τε καὶ πάντως ἀποφαίνει μακαρίους. Ὅτι δὲ κατὰ τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, πολλοὶ μεταγνώσονται τῶν ἐξ αἵματος Ἀβραὰμ, καὶ δικαιούμενοι διὰ πίστεως, καὶ ἁπάσης ἁμαρτίας