Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.680
Not analysed yet
ἀπηλλαγμένοι, τὸν διὰ τοῦ πνεύματος καταπλουτήσουσιν ἁγιασμὸν, διδάσκει λέγων, ὅτι Λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει. Κλαυθμῷ γὰρ ἔκλαυσε, φησὶν, Ἱερουσαλὴμ, Ἐλέησόν με. Ἐπειδὴ δὲ πρόθυμος εἰς φιλανθρωπίαν, ἑτοιμότατά τε κατοικτείρειν ὁ τῶν ὅλων Θεὸς εἰδὼς, Ἐλεήσει σε, φησὶν, ἔσται δὲ καὶ τῆς σῆς κατήκοος κραυγῆς· ἅμα τε γὰρ μετανοοῦντα τεθέανται, καὶ ἀμελητὶ κατένευσε τῆς ἀμνησικακίας τὴν χάριν. Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς γε τὸ δοκοῦν τῷ πάντων Δεσπότῃ, πάντες ἂν διεσώθησαν διὰ πίστεως τῆς ἐν Χριστῷ. Ἐπειδὴ δὲ οὐ προσήκαντο τὸν Λυτρωτὴν, ταύτῃτοι δέδονται πρὸς ἀπώλειαν. Εἵλοντο γὰρ τοῦτο μᾶλλον αὐτοί. Καὶ δώσει ὑμῖν Κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενὸν, καὶ οὐκ ἔτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλὰνῶντάς σε, καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες· Αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ, εἴτε ἀριστερά. Γέγονεν ἡμῖν εἰς δύναμιν ἄρτου ζωῆς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἔφη γὰρ ἐναργῶς· «Ἐγώ εἰμι ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἀλλ' ἔστω καὶ ὕδωρ, οὐκ αἰσθητόν τε καὶ ἔνυλον, θεῖον δὲ μᾶλλον καὶ νοητόν. Κεχρημάτικε γοῦν ποταμὸς εἰρήνης, καὶ χείμαῤῥος τρυφῆς, καὶ τοῦτό φαμεν ψάλλοντος, καὶ λέγοντος τοῦ μακαρίου Δαβὶδ ὡς πρὸς Θεὸν καὶ Πατέρα περὶ τῶν ἐν πίστει δεδικαιωμένων· ὅτι «Παρὰ σοὶ πηγὴ ζωῆς, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Ἄρτος οὖν ἄρα καὶ ὕδωρ τὸ ζωοποιὸν ὁ Χριστός· εὑρίσκεται δὲ σὺν ἱδρῶτι, καὶ πόνῳ. Τὰ γάρ τοι μεγάλα, καὶ ἐξαίρετα τῶν ἀγαθῶν, οὐ τοῖς ἀναπίπτουσι, καὶ τρυφῶσιν ἁλώσιμα γένοιτ' ἂν, ἀλλ' εἰ τοῖς εἰωθόσι παρ' οὐδὲν ἡγεῖσθαι τοὺς ἐπ' αὐτοῦ δὴ τούτῳ καὶ ἱδρῶτας καὶ πόνους οὕτως ἐζήτει τὸ Χριστοῦ μυστήριον ἀναμαθεῖν. Καὶ ὁ θεσπέσιος Δαβὶδ ψάλλων τε καὶ λέγων· «Εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.» Γεγέννηται γὰρ ἐν Βηθλεὲμ ὁ Ἐμμανουὴλ, ἥτις ἐστὶν Ἐφραθά. Ἐπαγγέλλεται τοίνυν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐξ Ἰσραὴλ ἐπιστρέφουσι πρὸς αὐτὸν ἄρτον διδόναι θλίψεως, καὶ ὕδωρ στενὸν, τοῦτ' ἔστι, ζωὴν τὴν ἐν Χριστῷ χαριεῖσθαι καὶ γνῶσιν τὴν περὶ αὐτοῦ, ἣν ἅν τις συλλέξαιτο, καὶ τοῖς τῆς ἑαυτοῦ διανοίας ἐναποκλείσειε θησαυροῖς, οὐκ ἀναπίπτων εἰς τρυφὰς, οὐκ ἐξίτηλον ἔχων τοῦ βίου τὴν ἀγωγὴν, οὔτε μὴν τὴν πλατεῖαν καὶ εὐρύχωρον βαδίζων ὁδὸν, εἰσερχόμενος δὲ μᾶλλον διὰ τῆς στενῆς πύλης τῆς ἀποφερούσης εἰς ζωήν. Τοῦτον οὖν ἄρα, φησὶν, εἰ λάβοις τὸν ἄρτον, τότε γενήσῃ καὶ ἀσφαλὴς, οὐκ εὔκολος εἰς παραφορὰν, οὐδὲ τοῖς τῶν πλανώντων λόγοις ἑτοίμως συναρπαζόμενος. Ὄψει γὰρ αὐτοὺς, καὶ ἀκούσῃ τῶν λόγων αὐτῶν. Πάλαι