Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.681
Not analysed yet
μὲν γὰρ ἀπό γε τοῦ δύνασθαι μὴ διακρίνειν τὰ παρ' αὐτῶν, ὁ ἐν ἴσῳ τεθεὶς τοῖς μηδὲ ὁρῶσιν ὅλως, μήτε μὴν ἀκούουσι τῶν λόγων τῶν εἰωθότων πλανᾷν· λαβὼν δὲ τὸν ἄρτον ὄψει δὴ πάντως αὐτοὺς, καὶ τίνες ἄρα τὴν ἕξιν εὖ μάλα συνήσεις· οἷα διαφέροντες ἁπλῶς, καὶ λέγοντες· Αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ, εἴτε ἀριστερά· οὐ γὰρ ἦν διάκρισις τοῦ πεφυκότος ἀδικεῖν. καὶ τοῦ μὴ τοιούτου, ἀλλ' οἷον ἀπερισκέπτως πρὸς πᾶν ὁτιοῦν ἀπεκόμιζον τῶν ἁπάντων οἱ λόγοι. Καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα, καὶ περικεχρυσωμένα· λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά. Πρέποι ἂν, οἶμαι, καὶ τοῦτο κατορθοῦν, ἑλέσθαι τοῖς τε ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ μὴν καὶ αὐτοῖς τοῖς ἐξ αἵματος Ἰσραήλ. Λυπεῖ δὲ οὐδὲν ἁρμόσαι λέγειν καὶ τοῖς ἐξ Ἑλληνικῆς ἰοῦσι πλάνης, τὸ, Δώσει ὑμῖν Κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν· καὶ οὐκ ἔτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε. Οἱ μὲν τάλανες Ἰουδαῖοι πονηροὺς ἐσχήκασι τοὺς καθηγητὰς, Γραμματέας δὴ λέγω, καὶ Φαρισαίους, οἳ πρὸς πᾶν ὁτιοῦν τῶν δοκούντων αὐτοῖς ἀποκομίζειν ἤθελον, ἐξιστάντες μὲν τῆς Μωσέως ἐντολῆς, ἀναπείθοντες δὲ προσέχειν διδασκαλίαις καὶ ἐντάλμασιν ἀνθρώπων. Κατεγινώσκετο δὲ πρὸς τούτοις ὁ Ἰσραὴλ, ὡς ἐκβεβηκὼς εἰς τοῦτο φρενοβλαβείας, ὡς καὶ ἀψύχοις εἰδώλοις ἑλέσθαι προσκυνεῖν. Ἑλλήνων δὲ παῖδες ἀνοσίους ἐσχήκασι διδασκάλους, οἳ ψυχικὴν καὶ δαιμονιώδη ἔχοντες σοφίαν, ἀναρίθμητον τῷ βίῳ δαιμονίων ὄχλον ἐκήρυξαν, καὶ προσκυνεῖν τῇ κτίσει, παρὰ τὸν κτίσαντα. Λαβόντες δὴ οὖν τὸν ἄρτον τῆς ζωῆς καὶ τὸ ὕδωρ τὸ ζωοποιὸν, οὗτοί τε κἀκεῖνοι τῶν ἀρχαίων ἀπηλλάττοντο διδασκάλων, μᾶλλον δὲ τῶν πλανώντων αὐτοὺς, κατεγνωκότες δὲ τῆς ἀπάτης περιεῖλον τὰ εἴδωλα. Δεδικαίωνται γὰρ διὰ πίστεως, μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσαντες τῷ Σατανᾷ καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοὺς πάλαι παρ' αὐτοῖς νομισθέντας εἶναι ὑψηλοὺς, τοὺς ψευδωνύμους λέγω θεοὺς, καταμυσαττόμενοί τε καὶ φεύγοντες, ὡς ἂν καί τι τῶν ἄγαν ἐστυγημένων καὶ εἰς ἐσχάτην τελευτώντων ἀκαθαρσίαν. Κόπρου γὰρ καὶ ὕδατος ἀποκαθημένης, τί ἂν γένοιτο βδελυρώτερον; Τότε ἔσται ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός. Καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον. Οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες καὶ οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ. Ἐσχημάτισται μὲν ὡς ἀπό γε τῶν εἰωθότων γηπονεῖν ὁ λόγος, οἳ ἐπειδὰν ἀμφιλαφῆ τῶν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταχεομένων ὑδάτων καταπλουτήσωσι τὴν φορὰν, τότε δὴ πάντως καὶ εὐκαρπίαν ἔχουσι πολλὴν, καὶ εἰς πλατύτητα ζωαρκῆ, καὶ αὐτὴν δὲ τοῖς κτήνεσι τὴν ἐξ ἀγροῦ κείρουσι πόαν· μεταπλάττεται δὲ πάλιν ἐκ τῶν αἰσθητῶν εἰς πνευματικὴν θεωρίαν τῶν προ-