Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.684
Not analysed yet
κειμένων ὁ νοῦς. Ἐπειδὰν γὰρ, φησὶ, τὸν ἄρτον τῆς θλίψεως καὶ τὸ ὕδωρ τὸ στενὸν δοθείη σοι παρὰ Θεοῦ, ὅταν ἴδῃς τοὺς πλανῶντάς σε, καὶ ἀποστήσῃς τὴν σεαυτοῦ διάνοιαν ἀπ' αὐτῶν, ὅταν ἐξάρῃς τὰ εἴδωλα, καὶ τῆς ἀληθοῦς θεογνωσίας εἰσδέξῃ τὸν φωτισμὸν, τότε καὶ ἐν εὐκαρπίαις ἔσῃ πνευματικαῖς. Ἔσται γὰρ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου. Ὑετὸν δὲ φησὶ τὴν διὰ τοῦ Πνεύματος νοητὴν παράκλησιν. ἣ τὰς τῶν σεβομένων Θεὸν καταπιαίνει καρδίας, καὶ μὴν καὶ εὐκάρπους ἀποτελεῖ. Ψάλλει μὲν γὰρ ὁ Δαβὶδ περὶ τῶν ἐν πίστει τῇ ἐν Χριστῷ δεδικαιωμένων· «Βροχὴν ἑκούσιον ἀφοριεῖς ὁ Θεὸς τῇ κληρονομίᾳ σου,» τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος, ὡς ἔφην, παράκλησιν. Ἔφη δέ που καὶ ὁ προφήτης Ἡσαΐας, ὡς ἐξ προσώπου Θεοῦ, περὶ τῶν ἐξ Ἰσραὴλ, ὃς ἦν ἀμπελών· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ἔσται τοίνυν ὑετὸς, φησὶ, τῷ σπέρματι τῆς γῆς σου. Ἀλλὰ καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρὸς, τοῦτ' ἔστιν, ὁ τῶν σῶν ἔργων καρπὸς εἰς ὄνησιν ἔσται. Τελεσφορηθήσεται γὰρ, καὶ πίων ἔσται καὶ πολύς. Μαλαχίας μὲν γὰρ ὁ προφήτης τοῖς ἀποστήσασι τῶν ἐξ Ἰσραὴλ προσεφώνει λέγων· «Διότι πλανῶν ἦν ὁ μόσχος σου Σαμάρεια, ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά.» Δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον. Ἕτερος δὲ πάλιν τῶν ἁγίων ἐπιπλήττει τισὶ καί φησι· Καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης· διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον. Ἀτελεσφόρητος γὰρ ὁ τῶν ἀνοσίων καρπὸς, ἀνόνητοι δὲ καὶ οἱ πόνοι, καὶ τῶν ἐπιχειρημάτων ἡ ἔκβασις οὐδὲν ἔχει τὸ ὀνησιφόρον. Ἔτι καρποί γε μὴν οἱ θεοφιλεῖς, οἷς μάλα ὀρθῶς ὁ θεσπέσιος Παῦλος ἐπεύχεται λέγων· «Ὁ δὲ Θεὸς τῆς δικαιοσύνης αὐξήσαι τὸν σπόρον ὑμῶν καὶ πληθύναι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν.» Προσεπάγει δὲ τούτοις ὁ προφήτης, ὅτι καὶ τὰ κτήνη κατανεμηθήσονται τόπον πίονα καὶ εὐρύχωρον· κτήνη δὲ οἶμαι λέγειν αὐτὸν τάχα που τοὺς ὀλιγογνώμονας, καὶ ἀκεραιοτέρους, οἳ βραδεῖς μέν εἰσι τὴν διάνοιαν, κεκλημένοι δὲ ἅπαξ εἰς ἐπίγνωσιν Θεοῦ διὰ τῆς πίστεως νοητὰς εὑρήσουσι τροφὰς, καὶ εἰς τόπον πίονα κατανεμηθήσονται, τοῦτ' ἔστι, τὴν θεόπνευστον Γραφὴν, τὴν εὐρυχωρίαν ἀληθῶς. Πλατεῖα γὰρ καὶ πολλὴ καὶ τρέχουσα πρὸς εὐσέβειαν. Τοὺς δέ γε ταύρους, ἤτοι τοὺς βοῦς τοὺς ἐργαζομένους τὴν γῆν, φάγεσθαί φησιν ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ, τοῦτ' ἔστιν, ἐν εὐτροφίαις ἔσονται πνευματικαῖς. Καὶ τῶν στερεῶν ἀναπιμπλάμενοι μαθημάτων ἐργάσονται τὴν γῆν. Ταύρους δὲ, ὥς γε οἶμαι, φησὶν ἐν τούτοις τοὺς τὸ θεῖον ἱερουργοῦντας κήρυγμα καὶ εὐαγγελιζομένους δυνάμει πολλῇ. Καὶ πιστώσεται εἰς τοῦτο πάλιν ἡμᾶς ὁ πάνσοφος Παῦλος, τὴν νομικὴν ἐντολὴν νοήσας πνευματικῶς. Ἔφη γὰρ, ὅτι «Γέγραπται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα.» Προσεπάγει δὲ, «Μὴ τῶν βοῶν μέλλει τῷ Θεῷ;» Ἢ δι' ἡμᾶς πάντως λέγει; Οὐκοῦν ὡς ἀπό γε τῆς ἀρίστης τῶν μό-