Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.685.1
Not analysed yet
σχων τροφῆς διαμορφοῖ τὰ πνευματικὰ, καὶ νοεῖν ἐφίησιν, ὅτι τοῖς ἐξειλεγμένοις, καὶ οἷά τινα γῆν εὔκαρπον ἀποφαίνουσι τοὺς λατρεύοντας τῷ Χριστῷ, ἡ παγκαλής τε καὶ στερεὰ παρακείσεται τροφή. Ἔδει γὰρ, ἔδει τοὺς λαῶν ἡγουμένους προαναπελάσθαι τῶν διὰ τοῦ πνεύματος ἀγαθῶν, ἵνα ἔχοιεν ὠφελεῖν τοὺς ὑπεζευγμένους Καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ, καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ, καὶ ὅταν πέσωσι πύργοι. Καὶ τοῦτο συνήσεις πνευματικῶς. Βουνοὺς γὰρ καὶ ὄρη τοὺς ἁγίους εὐαγγελιστάς φησι καὶ ἀποστόλους, καὶ τοὺς ἄλλους δὲ ἅπαντας, οἳ μετ' ἐκείνους γεγόνασι τῶν ἁγίων Ἐκκλησιῶν ἐπιμεληταὶ, καὶ τῶν θείων μυστηρίων ἱερουργοὶ, οἳ φρονοῦσι μὲν τῶν ἐπιγείων οὐδὲν, ὑψοῦ δὲ ὥσπερ ᾐρμένοι. Γέγραπται γὰρ ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν, τὸν θεῖον δὲ καὶ οὐράνιον ἐκ τῆς ἑαυτῶν διανοίας οἷά περ ἀπὸ πηγῆς ἀναβρύουσι λόγον, προκαταπλουτοῦντες ἄνωθεν αὐτοὶ τὴν χάριν. Δαψιλὲς δὲ τὸ ὕδωρ τοῦτο, πολλὰ γὰρ τὰ ὄρη, τοσοῦτοι δὲ καὶ οἱ βουνοὶ, καὶ νάμα τὸ ἐξ αὐτῶν γλυκὺ καὶ ἀμφιλαφὲς πανταχῆ. Πλὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται, φησὶ, καὶ τοῦτο. Ἡμέραν δὲ ὀνομάζει πάλιν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν καιρόν· καθ' ὃν ἀνεδείχθησαν μὲν οἱ περὶ ὧν ὁ λόγος, ἀπολώλασι δὲ πολλοὶ καὶ καθῄρηνται πύργοι, τοῦτ' ἔστιν, οἱ τῶν Ἰουδαίων καθηγηταὶ, Γραμματεῖς τε καὶ Φαρισαῖοι. Καίτοι γὰρ τῶν ἄλλων ἁπάντων ὑπερηγμένοι διά τοι τῆς ἱερωσύνης τὴν δόξαν, καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα, δεδυσσεβήκασιν εἰς Χριστὸν, καὶ τὸν ἀποφήναντα αὐτοὺς ὑψηλοὺς ἀπεκτόνασι, καὶ πρός γε τούτῳ πεπλανήκασι τοὺς ὑπὸ χεῖρα λαούς. Πεπτώκασι δὲ καὶ ἕτεροι πύργοι, τὰ τῶν ἀνοσίων πνευμάτων ὑπέροπτα στίφη. Καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται. Βούλονταί τινες τῶν ἐξηγητῶν τὴν τῶν προκειμένων διάνοιαν ἀποφέρεσθαι δεῖν ἐπὶ τὸν τῆς συντελείας τοῦ αἰῶνος καιρόν. Τότε γὰρ, φασὶν, ἐν προσθήκῃ φωτὸς, καὶ αὐτὰ γενήσονται τὰ στοιχεῖα, τὰ φωτίζειν πεφυκότα. Ἀλλ' εὑρήσομεν τὸ Γράμμα λέγον τὸ ἱερὸν, ὅτι «Σκοτισθήσεται μὲν ὁ ἥλιος τὸ τηνικάδε, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς.» Πεσοῦνται δὲ καὶ τὰ ἄστρα ὡς πίπτει φύλλα ἀπὸ συκῆς. Παρέντες δὴ οὖν τὸ οὕτω χρῆναι νοεῖν, μᾶλλον ἐκεῖνο φαμέν. Οὐ γὰρ ὅτι τοῖς στοιχείοις προσθήκη φωτὸς ἔσται, φησί. Σελήνην δὲ μᾶλλον ὀνομάζει τοὺς ἐν φωτὶ τῷ τῆς σελήνης διατρίβοντας, καὶ οἷον νόθως τε καὶ μετρίως κατηυγασμένους. Οὗτοι δ' ἂν εἶεν οἱ κατ' ἄνθρωπον ἐμφύτῳ τε καὶ τῇ ἐν ἡμῖν φρονήσει μόνῃ διαζῇν εἰωθότες, οὔπω γε μὴν τὸν ἄνωθεν καταπλουτήσαντες φωτισμὸν, ὁποῖοί τινες εἰσὶν οἱ οὔπω τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν ἐγνωκότες, ἀλλ' ὡς ἐν νυκτὶ μένοντες, πλὴν μετρίαν ἔχοντες αὐγὴν, ἣν κατεβάλετο τῇ ἀνθρώπου φύσει Θεὸς, ἐξ αὐτῆς τῆς κατασκευῆς. Οὗτοι τὸ τῆς ἀληθοῦς θεογνωσίας δεξά-