Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.688.1
Not analysed yet
μενοι φῶς, οὐχ ὡς ἐν νυκτὶ μένουσιν ἔτι βραχύ τε καὶ σεληναῖον ἔχοντες φῶς, ἀλλ' ὡς ἐν ἡμέρᾳ λοιπὸν ἀκτῖνα βλέποντες τὴν ἡλιακήν. Οἱ δέ γε ὄντες ὡς ἐν ἡμέρᾳ καὶ οἷον ἡλίῳ καταλαμπόμενοι, διά γε τοῦ τὸν φύσει Θεὸν εἰδέναι, πολλαπλασίονα τὸν ἐπὶ τούτῳ λήψονται φωτισμόν. Τοιοῦτοί τινες ἦσαν οἱ νομοΐστορες, ἔχοντες μὲν ὥσπερ εἰς νοῦν ἡλιακῆς ἀκτῖνος ἀπαύγασμα, κατά γέ φημι τὸ εἰδέναι τὸν τῶν ὅλων Δημιουργὸν καὶ Κύριον. Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Οὔπω γεμὴν συνίεσαν ἀκριβῶς τὸν νόμον. Ἐπιλάμψαντος δὲ τοῦ Χριστοῦ, προκοπτούσης αὐτοῖς τῆς γνώσεως ἐπὶ τὸ ἄμεινον, καὶ θεωρουμένου λοιπὸν τοῦ νόμου πνευματικῶς, μονονουχὶ καὶ ἑπταπλάσιον ἔσται τὸ ὃν ἐν αὐτοῖς τοῦ ἡλίου φῶς. Ἥλιος γὰρ δικαιοσύνης, ὁ τῶν ὅλων Θεὸς καὶ ὑπάρχων, καὶ νοούμενος, καὶ αὐτὸς ὢν ἡ πᾶσα σοφία. Ἔλαμψε δὲ διὰ τοῦ νόμου τοῖς ἐξ Ἰσραήλ. Ἐξεκόμισε γὰρ ὡς ἐξ ἀχλύος ἀρχαίας τῆς ἐν Αἰγύπτῳ πλάνης. Νοῆσαί τε καὶ ὁμολογεῖν παρεσκεύασεν ὅτι δὴ μόνος αὐτὸς εἴη ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος. Ἀλλ' ἔσται ταῦτα, φησὶν, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πλάνης σου ἰάσεται. Συντετριμμένους γὰρ ἡμᾶς, καὶ ἐν ὀδύνῃ πληγῆς ὄντας· ἐπῄρτητο γὰρ ὁ τοῦ κολάζεσθαι φόβος Ἕλλησί τε καὶ Ἰουδαίοις· ἰάσεται Χριστός. Ἦμεν δὲ τρόπον τινὰ παρειμένοι τὸν νοῦν, καὶ ἀδρανῆ, καὶ ἔκλυτον εἰς τὰ τῆς δικαιοσύνης ἔργα τὴν διάνοιαν ἔχοντες. Ἀλλ' οὐ μεμενήκαμεν ἐν τούτοις. Ἐχαρίσατο γὰρ τὴν ἄκεσιν ὁ τῶν ὅλων Θεὸς, ἀπέφηνε δὲ καὶ νόσου τῆς ἀρχαίας ἀπηλλαγμένους καὶ εὐσθενεστάτους ἄγαν, εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων καὶ πίστει τῇ εἰς Χριστὸν δεδικαιωμένους· δι' οὗ καὶ μεθ' οὖ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Γʹ. Ἰδοὺ τὸ ὄνομα Κυρίου διὰ χρόνου ἔρχεται πολλοῦ, καιόμενος ὁ θυμὸς μετὰ δόξης· τὸ λόγιον τῶν χειλέων αὐτοῦ, λόγιον ὀργῆς πλῆρες· καὶ ὀργὴ τοῦ θυμοῦ αὐτοῦ ὡς πῦρ ἔδεται. Καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σύρον, ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις ματαία, καὶ λήψεται αὐτοὺς κατὰ τὸ πρόσωπον αὐτῶν. Ἑπταπλάσιον ἔσεσθαι τοῦ ἡλίου τὸ φῶς τοῖς εἰς Χριστὸν πιστεύουσιν εὖ μάλα διειρηκὼς, κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἂν ἰάσηται τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, προσεπάγει χρησίμως, ὅτι καὶ κατὰ τοῦ συντρίψαντος Σατανᾶ, καὶ τῶν σὺν αὐτῷ δαιμονίων ὁ θεῖος ἔσται θυμός. Οὐ γὰρ ἔμελλον ἀκατάληκτον ἥξειν τὴν καθ' ἡμῶν τυραννίδα, καὶ ἀκατάσειστον τὴν ἰσχὺν, ἐπιλάμψαντος μάλιστα τῷ τῶν ἀνθρώπων γένει τοῦ πάντων Σωτῆρος Χριστοῦ. Γέγονε δὲ τῆς προφητείας ὁ λόγος, οὐχ οἷον γυμνός τε καὶ ἀναμφίεστος, κατεσκιασμένος δὲ μᾶλλον καὶ βαθύς. Ἐσχημάτισται μὲν γὰρ ὡς περὶ τῶν Ἀσσυρίων, οἳ πεπορθήκασι μὲν τὴν Ἱερουσαλὴμ, εἷλον δὲ ἅπασαν τὴν Ἰουδαίαν, καὶ δορύληπτον ἔχοντες τὸν ἠγαπημένον Ἰσραὴλ, ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, μονονουχὶ τῆς θείας δόξης κατορχούμενοι, καὶ οἰηθέντες ὅτι καὶ οὐχ ἑκόντος Θεοῦ κεκρατήκασι τῶν προσκυ-