Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.689
Not analysed yet
νούντων αὐτῷ. Καὶ γοῦν ὁ Ῥαψάκης τοῖς ἐν τῷ τείχει προσπεφώνηκε λέγων, «Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας λέγων, ὅτι ῥύσεται ὁ Θεὸς Ἰσραὴλ ἐκ χειρός μου. [Μὴ ῥυόμενοι ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου;]» Καταλαζονευσάμενοι τοίνυν καὶ πολλὰ πεφλυαρηκότες κατὰ τῆς ἀῤῥήτου δόξης ἁλοῖεν ἂν οἱ περὶ ὧν ὁ λόγος. Διατελέσαντος δὲ τοῦ Ἰσραὴλ ἐν αἰχμαλωσίᾳ καὶ ἐν δουλείᾳ τῇ παρ' αὐτοῖς ἔτος ἑβδομηκοστὸν, ἐξείλετο πάλιν καὶ σέσωκεν ὁ τῶν ὅλων Θεός. Ἀνεκόμισε γὰρ εἰς τὴν Ἰουδαίαν, ἡγουμένων τὸ τηνικάδε Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου. Οὐκοῦν δοκεῖ μέν πως τῆς προφητείας ἡ δύναμις, τό γε ἧκον εἰς τοὐμφανὲς τῶν συμβεβηκότων τοῖς Χαλδαίοις καὶ τῇ Βαβυλῶνι ποιεῖσθαι μνήμην. Αἱ δὲ ἀληθεῖς τῶν εἰρημένων ἔννοιαι κατὰ τοῦ νοητοῦ γεγόνασιν Ἀσσυρίου, τοῦτ' ἔστι, τοῦ Σατανᾶ, πρὸς ὃν εἴρηται παρὰ Θεοῦ· Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν. Ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι, καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμου, καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα. Ἥξει τοίνυν διὰ χρόνου πολλοῦ τὸ ὄνομα Κυρίου, φησί. Καὶ εἰ μὲν ἱστορικῶς τις ἕλοιτο νοεῖν, δι' ἐτῶν ἑβδομήκοντα κατηλέησεν ὁ Θεὸς τὸν Ἰσραήλ. Εἰ δὲ δὴ τὴν ἔσω καὶ κεκρυμμένην τῶν ἐννοιῶν διάξοι τρίβον, εἰσδέξεται κατὰ νοῦν, ὅτι πλεῖστον μὲν διατετέλεκε χρόνον ὁ τῆς ἁμαρτίας εὑρετὴς, τῆς ἑαυτοῦ δυστροπίας τὸν ζυγὸν ἐπιτιθεὶς ἅπασι τοῖς ἐπὶ τῆς γῆς, ὥστε καὶ ἰδίους ἀποφῆναι προσκυνητὰς, καὶ τοῖς τῆς ἁμαρτίας ἐγκαταδῆσαι βρόχοις. Ἀλλ' ἐπέφανεν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος διὰ χρόνου πολλοῦ, καὶ γέγονε καιόμενος ὁ θυμὸς μετὰ δόξης, καὶ τὸ λόγιον τῶν χειλέων αὐτοῦ λογίον ὀργῆς πλῆρες. Κῦρος μὲν γὰρ ὁ Καμβύσου, Θεοῦ παροτρύνοντος, καὶ ἐξανιστάντος εἰς μάχην, κατεστράτευσε τῆς Χαλδαίων, εἷλέ τε κατὰ κράτος τὴν Βαβυλωνίων, καὶ οἷον ὀργὴ καὶ πῦρ γέγονεν αὐτοῖς, πάντας γὰρ ὥσπερ κατεδήδοκε, καὶ ἀφόρητον ἔχων τὴν ἔφοδον, ὡς ὕδωρ ἐν φάραγγι σύρον ὤφθη τοῖς αὐτόθι, καὶ θορύβου καὶ ταραχῆς ἐνέπλησε πάντα τὰ Χαλδαίων ἔθνη, κατεγνωσμένα δικαίως ἐπὶ πλανήσει ματαίᾳ. ᾨήθησαν γὰρ, ὡς ἔφην, ὅτι καὶ ἄκοντος Θεοῦ κατεκράτησαν τῆς Ἰουδαίας. Κατέλαβε τοίνυν αὐτοὺς ἡ ματαία πλάνησις. Ἐπενήνεκται γὰρ αὐτοῖς παρὰ Θεοῦ τὰ ἐξ ἀκράτου θυμοῦ, καὶ ταῖς σφῶν αὐτῶν διολώλασι δυσσεβείαις· αὐτὸ δὴ τοῦτο πεπονθότα, καὶ τὸν ἀρχέκακον δράκοντα κατίδοι τις ἄν. Γέγονε γὰρ αὐτῷ