Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.692
Not analysed yet
τὸ λόγιον Κυρίου, λόγιον ὀργῆς πλῆρες. Προσετάττοντο γὰρ εἰς τὴν ἄβυσσον ἀπελθεῖν, αὐτός τε καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί. Δεδαπάνηνται δὲ ὥσπερ καὶ ὑπὸ πυρὸς, καὶ ὡς ἐξ ὕδατος πολλοῦ κατασυρόμεναι τῇ δυνάμει τοῦ πνεύματος ἐν τοῖς κατωτάτω μυχοῖς. Συνεταράχθησαν γὰρ ἐπὶ πλανήσει καὶ αὗται ματαίᾳ. Ἔφη μὲν γὰρ, ὅτι Γὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπει μοι. ᾨήθη δὲ ὅτι Θεὸς ἔστι κατὰ ἀλήθειαν, καὶ τὴν μόνῳ πρέπουσαν τῷ πάντων Δημιουργῷ δόξαν εἰς ἑαυτὸν μεταθεὶς διηνεκῶς ἐνόμισε δύνασθαι κρατεῖν τῶν ἐπὶ τῆς γῆς. Ἐταράχθησαν τοίνυν ἐπὶ πλανήσει ματαίᾳ κατεγνωσμένοι, καὶ κατελήφθησαν ὑπ' αὐτῆς. Δίκη γὰρ αὐτοῖς, καὶ θυμὸς καὶ κόλασις ἐπηνέχθησαν, καὶ ταύτης ἔνεκα τῆς αἰτίας. Μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διαπαντὸς ὡσεὶ ἑορτάζοντας, καὶ ὡς εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος Κυρίου πρὸς τὸν Θεὸν τοῦ Ἰσραήλ; Ἔφην ὅτι κατακρατήσαντες τῆς Ἰουδαίων χώρας οἱ Βαβυλώνιοι κατεχόρευον τῶν ἑαλωκότων, καὶ αὐτόν που τάχα τὸν θεῖον διαγελῶντες ναὸν ἀνοσιώτατα διετέλουν. Ἀλλ' ἥλωσαν καὶ αὐτοί· καὶ τίνα τρόπον, οὐκ ἀσυμφανές. Ὦ τοίνυν Ἀσσύριοι, φησὶ, μὴ ἐν παντὶ καιρῷ κατευφραίνεσθαι τῶν ἐμῶν ὀφείλετε προσκυνητῶν, καὶ πανηγύρεως ἀφορμὴν ποιεῖσθαι, ἐξείργοντος οὐδενὸς εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου, καὶ μετὰ αὐλοῦ καὶ κιθάρας; Καὶ ταυτὶ μὲν ἱστορικῶς. Πρὸς δέ γε τὸν Σατανᾶν καὶ τοὺς τὰ αὐτοῦ φρονοῦντας εἰ λέγοιτο, τοῖόνδε τι νοήσεις· Εἰς μακροὺς ηὐφραίνετο χρόνους τῆς ἀῤῥήτου δόξης κατεπαιρόμενος, καὶ συνθραύων ἁγίους, καὶ τοῖς τῆς δικαιοσύνης ἐργάταις ἀγρίως ἀντιταττόμενος, καὶ οἷον καταμιαίνειν ἐπιχειρῶν τὰ ἅγια τοῦ Θεοῦ, ἑορτήν τε καὶ θυμηδίαν τὸ χρῆμα ποιούμενος, καὶ τοῖς πλεονεκτουμένοις ἐπιγαννύμενος. Ἀλλ' ἐκπέπτωκε τῶν τοιούτων ὁ δείλαιος, Χριστοῦ κατωθήσαντος εἰς τὸ παρ' ἐλπίδα, καὶ τῆς καθ' ἡμῶν ἀποσοβήσαντος τυραννίδος. Πέπαυται τοίνυν αὐτοῦ πᾶσα θυμηδία, καὶ εὐφροσύνη· ἔστησε τὴν καθ' ἡμῶν χορείαν, καὶ εἰς πᾶν τοὐναντίον μεταπεφοίτηκε τῶν πραγμάτων ἡ φύσις. Ἡμεῖς μὲν γὰρ τέρψιν καὶ τρυφὴν πεποιήμεθα τὴν διὰ Χριστοῦ σωτηρίαν, καὶ τὴν ἐν πίστει δικαίωσιν, καὶ τὸν διὰ τοῦ Πνεύματος ἁγιασμόν. Ὁ δὲ τοῦ κατάρχειν διημαρτηκὼς ἐν ἀκαταλήκτοις ἐστὶ δυσθυμίαις, καὶ τῆς ἑαυτοῦ δυναστείας κατολοφύρεται τὴν καταστροφήν. Διὰ γὰρ φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύριοι, τῇ πληγῇ ᾖ ἂν πατάξῃ αὐτούς. Καὶ ἔσται αὐτῷ κυκλόθεν ὅθεν ἦν αὐτῶν ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ' ᾗ αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς. Τὸ, διὰ φωνὴν Κυρίου, φησὶν, ἀντὶ τοῦ, κελεύοντος τοῦ Κυρίου. Καὶ γὰρ ἡττήθησαν οἱ Ἀσσύριοι, καὶ ὑπὸ πληγὴν γεγόνασι τὴν ἐπενηνεγμένην αὐτοῖς, Κύρου καὶ Περσῶν καὶ Μήδων καταδῃούντων, ὡς ἔφην, καὶ ᾑρηκότων αὐτοὺς κατὰ κράτος καὶ βούλησιν Θεοῦ. Ἀλλ' ἦσαν πρὸ τούτων ἐπ' αὐτοῖς *τὴν ἐλπίδα τοῦ δύνασθαι κατορθοῦν τὸ κατακρατεῖν εὐκόλως, ὧν ἂν ἕλοιντο χωρῶν καὶ λαῶν. Αὐτοὶ τοίνυν, φησὶν, ἐκεῖνοι, ἐφ' οἷς ἦν τοῖς Βαβυλωνίοις ἡ τῆς