Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.693
Not analysed yet
ἐπικουρίας ἐλπὶς, μονονουχὶ μεταβολὴν, καὶ ἀνάχυσιν τὴν εἰς πᾶν τοὐναντίον πεπονθότων αὐτοῖς τῶν πραγμάτων, μετὰ κιθάρας καὶ αὐλῶν, τοῦτ' ἔστι, χαίροντές τε καὶ ἑορτάζοντες πολεμήσουσιν αὐτῷ. Τοῦτο δ' ἂν ὁρῷτο γεγονὸς ἐπί γε τῷ Σατανᾷ καὶ τῆς τῶν ἀκαθάρτων πνευμάτων ἀγέλης. Εἶχον μὲν γὰρ ἐν τῷδε τῷ κόσμῳ μυρίους τε ὅσους, μᾶλλον δὲ καὶ ἀναριθμήτους προσκυνητὰς, ἀλλὰ διὰ φωνῆς Κυρίου, τοῦτ' ἔστι, διὰ κηρύγματος Χριστοῦ, γεγόνασιν ὑπὸ πληγὴν καὶ ἡττήθησαν, καὶ οὓς προσεδόκησαν ἔχειν ἐπικουροῦντας ἑαυτοῖς, οὗτοι παραδόξως εἰς πᾶν τοὐναντίον ὑπομείναντες τὴν μεταβολήν. Κέκληνται γὰρ διὰ πίστεως καὶ πεπολεμήκασιν αὐτοῖς. Καθῄρηνται γὰρ τεμένη, κατεσείσθησαν βουνοὶ, καὶ πληθὺς ἀκαθάρτων δαιμόνων δεδαπάνηνται πυρὶ, καὶ τοῦ πάλαι κρατοῦντος κατεγνωκότες, Θεὸν τὸν φύσει καὶ ἀληθῶς Βασιλέα καὶ Κύριον ἐπεγράψαντο. Καὶ πεποίηνται περὶ πολλοῦ τὸ διὰ πάσης ἀρετῆς τὸν εὐδόκιμον ἀληθῶς καὶ ἐξαίρετον ἐπιτηδεύειν βίον, τὸ ἐν φαυλότητι ζῇν ῥιπτοῦντες ὡς ἀπωτάτω. Οὐ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ; Μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν; Φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ, καὶ ξύλα πολλά. Ὁ θυμὸς Κυρίου, ὡς φάραγξ ἀπὸ θείου καιομένη. Πολεμηθήσεσθαι τὸν Ἀσσύριον, ἀφ' ὦν ἦν εἰκὸς καὶ ἐπικουρεῖσθαι μᾶλλον προσδοκᾷν, καὶ ὅτι τὰ παντὸς ἐπέκεινα κακοῦ πείσεται λέγων, ἀναγκαίως ἐπιφέρει καὶ ταῦτα. Ἐπειδὴ γὰρ μακροὺς αὐτοῖς χρόνους ἀνεξικακήσας ὁρᾶται, καὶ μόλις ἐπενεγκὼν ἀφόρητα πεπλημμεληκόσι τὰς δίκας, ἀπολογεῖται τρόπον τινὰ, καί φησιν· Οὐ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ. Ἀνεξικακεῖ μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς πταίουσιν ἐπιδαψιλεύεται τὴν χρηστότητα, ἢ τάχα πως αὐτοῖς μετατεθεῖεν αἱ γνῶμαι πρὸς τὰ ἀμείνω, καὶ μετανοεῖν ᾑρημένοι, τὴν ὀφειλομένην αὐτοῖς διαδιδράσκωσι κόλασιν. Οὐδενὸς δὲ τούτων γεγενημένου, λοιπὸν ἐπάγει τὰ ἐξ ὀργῆς, οὐ πρὸ ἡμερῶν τοῦτο πράττων, ἀλλ' ὡς ἐν καιρῷ λοιπὸν καὶ οἷον εἰς μέτρον ἐλθούσης, τὸ ὅτι μάλιστα πρέπον τῇ γαληνότητι καὶ φιλανθρωπίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ. Οὐκοῦν, ὧ Ἀσσύριε, φησὶ, γέγονά σοι χρηστὸς, καὶ μακρόθυμος. Οὐ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ. Δῆλον δὲ ὅτι τὰς ἐφ' οἷς εἰς τοὺς ἐμοὺς πεπαρῴνηκας δίκας. Τοιοῦτόν ἐστι τὸ πρὸς τὸν μακάριον Ἀβραὰμ εἰρημένον· «Οὐδέπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμωῤῥαίων ἕως τοῦ νῦν.» Ἀλλὰ καὶ ὁ μακάριος προφήτης Ζαχαρίας γύναια τεθεᾶσθαι φησὶ, πτερυγωθέντα μὲν ἔποπος δίκην, ἀποφέροντα δὲ τὸ μέτρον, καὶ ὡς ἐν εἴδει γυναικὸς καθημένην ἐν μέσῳ τὴν ἁμαρτίαν. Συμμετρεῖ γὰρ ὁ νομοθέτης τοῖς ἑκάστου πλημμελήμασιν ἀναλόγως τὰς δίκας. Ἀλλ' ᾠήθης, ὦ Ἀσσύριε, φησὶν, ὅτι καὶ σοὶ ἡτοιμάσθη τὸ διηνεκῶς βασιλεύειν, ἤτοι δύνασθαι κρατεῖν, καὶ ἀκράδαντον ἔχειν τὴν κατὰ πάντων πλεονεξίαν; Ἀλλ' ἐσφάλης τ' ἀληθοῦς· κληρονομήσεις γὰρ μᾶλλον φάραγγα βαθεῖαν, καὶ ξύλα κείμενα, καὶ πῦρ. Ἔσται γὰρ οὕτως ἐπὶ σὲ καὶ ἐπὶ