Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.696
Not analysed yet
τοὺς σοὺς ὁ θυμὸς Κυρίου. Φαίην δ' ἂν, ὅτι ταυτὶ δὴ μάλιστα πρέποι ἂν καὶ αὐτῷ λέγεσθαι τῷ Σατανᾷ. Πεπλεονέκτηκε μὲν γὰρ τὴν σύμπασαν γῆν *ἐπιλάμψαι Χριστόν. Ἐπειδὴ δὲ Θεὸς καὶ Κύριος ἐπέφανεν ἡμῖν, ἀπεσοβήθη μὲν οἷά τις παγχάλεπος θὴρ τῆς τῶν πιστευσάντων ἀγέλης, κατῴχετο δὲ καὶ εἰς ᾅδου πῦρ ἐκεῖ κληρονομήσων, καὶ φλόγας. Ἔσται γὰρ αὐτῷ ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη. Οὐκοῦν οὐ πρὸ ἡμερῶν ἀπῃτήθη, καιροῦ δὲ λοιπὸν εἰς τοῦτο καλοῦντος αὐτόν· οὐ γὰρ ἡτοιμάσθη βασιλεύειν καὶ αὐτῷ διηνεκῶς, καθάπερ ἀμέλει καὶ τῷ πάντων Σωτῆρι Χριστῷ· ᾧ δὴ πρὸ ὑμῶν πρέποι ἂν λέγεσθαι τὸ διὰ φωνῆς τοῦ Δαβίδ· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Οὐαὶ, οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις πεποιθότες, καὶ ἅρμασιν· ἔστι γὰρ πολλὰ καὶ ἐφ' ἵπποις πλήθη σφόδρα. Καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Θεὸν οὐκ ἐζήτησαν. Καὶ αὐτὸς σοφῶς ἤγαγεν ἐπ' αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστήσεται ἐπ' οἴκους ἀνθρώπων πονηρῶν, καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν. Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεὸν, ἵππων σάρκας, καὶ οὐκ ἔστι βοήθεια. Μεμαθηκὼς ὁ προφήτης τὰ τοῖς Ἀσσυρίοις συμβησόμενα κατὰ καιροὺς, καὶ ὅτι Περσῶν καὶ Μήδων καταδῃούντων αὐτοῖς τὴν χώραν πανολεθρεῖ καταφθαρήσονται, Θεοῦ δηλονότι κατεξανιστάντος αὐτοῖς τὸν Κῦρον, εἰς ἀνάμνησιν ἔρχεται τῆς ἀπειθείας τῶν ἐξ Ἰσραήλ. Εἷλε μὲν γὰρ τὴν Ἰουδαίαν ὁ Βαβυλώνιος, καὶ αὐτὴν δὲ τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ἀπεκόμισέ τε τὸν Ἰσραὴλ αἰχμάλωτον, εἶτα τοῖς περιλελειμμένοις κατὰ τὴν Ἰουδαίαν ἐδίδου Θεὸς τὸν ἔλεον. Ἐπειδὴ δὲ ἤθελον μεταφοιτῆσαι πρὸς Αἰγυπτίους δεδιότες μὴ ἄρα πως καὶ εἰσαῦθις αὐτοῖς ὁ παρὰ τῶν Ἀσσυρίων ἐπενεχθείη πόλεμος, προσέταττεν ὁ σώζειν δυνάμενος, διὰ φωνῆς Ἱερεμίου, μὴ καταβαίνειν αὐτοὺς εἰς τὴν Αἰγυπτίων. Ἐπειδὴ δὲ καὶ μετὰ τοῦτο γεγόνασιν ἀπειθεῖς, ᾠήθησαν δὲ ὅτι διασώσει μᾶλλον αὐτοὺς ἡ ἀνθρώπων ἐπικουρία, πεπτώκασιν ἐν Αἰγύπτῳ, καὶ ἄρδην ἅπαντες ἀπολώλασι. Ταλανίζει τοίνυν αὐτοὺς ὁ προφήτης· Οὐαὶ γὰρ, φησὶν, οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν. Ἐθάρσησαν γὰρ οὐχὶ δὴ μᾶλλον τῷ πάντα ἰσχύοντι Θεῷ, ἀλλ' ἐφ' ἵπποις καὶ ἅρμασι· πλεῖστα γὰρ ἦν ἐν Αἰγύπτῳ. Ἀλλὰ σοφὸς ὢν ὁ τῶν ὅλων Θεὸς ἤγαγεν ἐπ' αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ. Ἔφη γὰρ διὰ φωνῆς Ἱερεμίου πρὸς αὐτοὺς τὰ ὑποτεταγμένα. Οὐκοῦν ἐπ' οἴκους ἀνθρώπων ἀναστήσονται πονηρῶν, τῶν καταπεφευγότων εἰς Αἴγυπτον δηλονότι καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν. Εἴλοντο γὰρ ἐπίκουρον, φησὶν, Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ Θεὸν, ἵππων σάρκας. Ἐμφαντικώτατα δὲ φησὶν ὁ προφήτης, τῶν ἐξ Ἰσραὴλ ἐλέγχων τὸ ἀμαθές. Τί γάρ ἐστιν ἵππος ἢ ὅτι μόνη σάρξ; Ποία δὲ σαρκὸς ἡ δύναμις, τῆς οὕτως ἀσθενοῦς καὶ ὑποκειμένης τῇ φθορᾷ; Τοιοῦτόν τί φησι καὶ ὁ