Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.697
Not analysed yet
προφήτης Ἱερεμίας· «Ἐπικατάρατος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ.» «Ἀγαθὸν γὰρ ἀληθῶς τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄνθρωπον.» Ὁ δὲ Κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτούς· καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται. Ἐπεὶ γὰρ Αἰγύπτιοι τὴν ἀλάζονα καὶ ἀγέρωχον ὀφρῦν ὑψοῦντες, ἐδέχοντο μὲν τοὺς ἐξ Ἰσραὴλ, ᾤοντο δὲ ὅτι τῶν παρὰ σφίσι ψευδωνύμων θεῶν ἡ δύναμις ἐν ἀμείνοσίν ἐστι τοῦ τῶν Ἑβραίων Θεοῦ, δέδονται καὶ αὐτοὶ τοῖς Βαβυλωνίοις· κεκρατήκασι γὰρ τῆς χώρας, καὶ συνδιολώλασι τοῖς οἰκοῦσιν αὐτὴν, οἱ αὐτόθι κατειλημμένοι τῶν ἐξ Ἰσραήλ. Ταύτῃτοί φησιν ἐπάξειν αὐτοῖς τὴν χεῖρα τὸν Κύριον, καὶ ὅτι πάντη τε καὶ πάντως κοπιάσουσι, τοῦτ' ἔστιν, ἀτονήσουσιν, οἱ τὴν ἄμαχον αὐτοῖς ἐπικουρίαν ὑπισχνούμενοι, καὶ ἅμα πάντες ἀπολοῦνται. Ὅτι οὕτως εἶπέ μοι Κύριος· Ὃν τρόπον ἐὰν βοήσῃ λέων, ἢ σκύμνος ἐπὶ τῇ θήρᾳ, ᾖ ἔλαβε, καὶ κράξῃ ἐπ' αὐτῆς, ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν, καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν· οὕτω καταβήσεται Κύριος ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος Σιὼν, ἐπὶ τὰ ὄρη αὐτῆς. Ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ Κύριος ὑπὲρ Ἱερουσαλὴμ, καὶ ἐξελεῖται, καὶ περιποιήσεται, καὶ σώσει. Προσέῤῥιψε μὲν ὁ προφήτης μεταξὺ τὴν ἐπίπληξιν, τὴν ἐπί γε, φημὶ, τοῖς καταβαίνουσιν εἰς Αἴγυπτον, καὶ μὴν καὶ ἐπίκουρον ἔχειν ἑλομένοις Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ Θεόν. Ἔφη δὲ ὅτι συνδιολοῦνται τοῖς ἐπαμύνειν ὑπισχνουμένοις. Εἶτα πάλιν ἀνακομίζει πρὸς τὸ ἐν ἀρχαῖς τὸν λόγον· εἰπὼν γὰρ, ὅτι φάραγγα βαθεῖαν κληρονομήσουσιν οἱ Ἀσσύριοι, προαφηγεῖται σαφῶς, ὅτι καὶ ἐπικουρήσει Θεὸς τοῖς εὐσεβομένοις αὐτὸν, καὶ ὑπεραθλήσει τῶν κατὰ τὴν Ἰουδαίαν, ἐφαλεῖται δὲ οὕτω τοῖς ἀδικεῖν ἐθέλουσιν αὐτὴν, καθάπερ ἀμέλει καὶ λέων ἐπὶ θήρᾳ μέγα τι καὶ ἐξαίσιον τοῖς ἀνθεστηκόσιν ἐπιβρυχώμενος. Φασὶ γὰρ τοῦτο τὸ θηρίον, λιμοῦ κατεξανιστῶντος αὐτὸ πρὸς τὸ δεῖν, ἢ βοῶν ἀγέλαις, ἤγουν ἑτέροις τῶν θρεμμάτων ἐπιπηδᾷν, προκαταπτοεῖν αὐτὰ δεινῷ καὶ φοβερωτάτῳ βρυχήματι, καὶ ἀφόρητον ποιεῖσθαι τοῖς ποιμέσι τὴν ἔφοδον. Οὕτως, φησὶ, καταβήσεται Κύριος ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιὼν, τοῦτ' ἔστι, τὴν Ἱερουσαλὴμ, ἐπὶ τὰ ὄρη αὐτῆς. Ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ Κύριος ὑπὲρ Ἱερουσαλήμ. Νεοττοκομοῦσι μὲν γὰρ ἐν τοῖς ὄρεσι πτηνὰ, καὶ ἐν τοῖς δασέσι τῶν φυτῶν διαπήγνυνται καλιάς. Εἰ δὲ δή τις ἕτερος ὄρνις ἢ ὄφις ἀποσυλῆσαι βούλοιτο τῶν νεοττῶν, ὑπερμάχεται δεινῶς ἡ τεκοῦσα αὐτοὺς, καὶ τῆς ἐνούσης αὐτῇ φιλοστοργίας τὴν δύναμιν καθίστησιν ἐναργῆ, περιιπταμένη τε καὶ τρύζουσα καὶ μονονουχὶ πλείστην ὅσην τοῦ παραλύειν ἐθέλοντος ποιουμένη τὴν καταβολήν. Οὕτω, φησὶν, ὁ τῶν ὅλων Κύριος, ὑπερασπιεῖ τῆς Ἱερουσαλὴμ, καὶ ἐξελεῖται, καὶ περιποιήσεται, καὶ σώσει. Γέγονε δὲ ταῦτα πε-