Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.700
Not analysed yet
πορθημένης τῆς Βαβυλῶνος, Κύρου τε ἀνέντος τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ. Ὑπενόστησεν μὲν γὰρ, τὴν παρ' αὐτοῖς βασιλείαν διέποντος Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἱερατεύοντος δὲ τοῦ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ἐπειδὴ δὲ ἀνατειχίζειν ἤθελον τὴν Ἱερουσαλὴμ, ἐπεφύοντο μὲν τῶν ὁμόρων τινὲς διακωλύειν ἐθέλοντες· νενίκηκε δὲ οὐδεὶς, Θεοῦ νευροῦντος τὸν Ἰσραήλ. Γέγονε δὲ τοιαύτη καὶ ἐφ' ἡμᾶς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπικουρίας δύναμις. Εἷλε μὲν γὰρ αἰχμαλώτους ἅπαντας ὁ νομισθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου· ἀλλ' ἐπεπήδησεν αὐτῷ Χριστὸς οἷά τις λέων, ἢ σκύμνος λέοντος, καὶ κατήργηκεν αὐτὸν τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Κύριός ἐστι Σαβαώθ. Καὶ ἐπεστράτευσεν ἐπὶ τὸ ὄρος Σιὼν, τοῦτ' ἔστιν, ὑπερηγωνίσατο τῆς νοητῆς Σιὼν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, καὶ ὥσπερ τινὰ καλιὰν ἰδίαν σέσωκεν εὐσθενῶς. Ὁ μὲν γὰρ τῆς ἁμαρτίας πατὴρ ἐκ πολλῆς ἄγαν ὑπεροψίας ἔφασκε· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν· καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος συνήγαγε τοὺς πιστεύσαντας εἰς αὐτὸν, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ ἁπάσης ἔξω τέθεικεν ἐπιβουλῆς. Ἐξείλετο γὰρ, καὶ περιεποίησεν ἑαυτῷ τὴν σύμπασαν γῆν, καὶ σέσωκε τὴν ὑπ' οὐρανόν. Ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι, καὶ ἄνομον. Τοῦ Θεοῦ λέγοντος, ὡς ἐπιστρατεύσει μὲν ἐπὶ τὸ ὄρος Σιὼν, ἐφαλεῖται δὲ τοῖς ἀδικοῦσι τὸν Ἰσραὴλ, ἤτοι τοὺς πιστεύοντας εἰς αὐτὸν, ἀλκιμωτάτου λέοντος δίκην, προσεπάγοντος δὲ, ὅτι καὶ ὑπερασπιεῖ, καὶ περιποιήσεται, καὶ σώσει· πάλιν ὁ προφήτης κατακέκραγε τῶν πιστεύειν οὐκ ἀνεχομένων, ὅτι πανσθενής ἐστιν ἡ τοῦ Θεοῦ δεξιὰ, καὶ σώσει ῥᾳδίως, οὓς ἂν ἕλοιτο παρ' ἐχθρῶν. Ὦ τοίνυν, φησὶν, οἱ τὴν οὕτως αἰσχρὰν καὶ βδελυρωτάτην ἀπιστίαν νενοσηκότες, οἱ τὸν τῶν ὅλων καταλελοιπότες Θεὸν, καὶ τὰς ἐξ ἀνθρώπων ἐπικουρίας ἀσυνέτως ἐρανιζόμενοι, καὶ τὴν ἐπὶ τούτῳ σκέψιν ἄνομόν τε καὶ καταγέλαστον, οὐκ οἶδ' ὅπως, τετιμηκότες, ἐπιστράφητε πρὸς Θεὸν, βουλεύσασθε τὰ ἀμείνω, λέγετε καὶ ὑμεῖς· «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» Ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελοῦνται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ, καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν, καὶ πεσεῖται Ἀσσούρ. Οὐ μάχαιρα ἀνδρὸς, οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτὸν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας. Οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, πέτρᾳ γὰρ περιληφθήσονται, ὡς χάρακι, καὶ ἡττηθήσονται· ὁ δὲ φεύγων ἁλώσεται. Ἐπάνεισι καὶ νῦν ὁ λόγος ἐπὶ τὸν αὐτῷ προτεθέντα σκοπόν. Ὑπερασπιεῖ μὲν γὰρ, φησὶν, ὁ Κύριος τῆς Ἱερουσαλὴμ, τοῦτ' ἔστιν, ὑπεραθλήσει τῆς ἑαυτοῦ Ἐκκλησίας, ἤτις ἐστὶν ἡ πόλις αὐτοῦ. Καὶ ἐξελεῖται τοὺς εἰς αὐτὸν πιστεύοντας, καὶ ἑαυτῷ περιποιήσει τούτους, καὶ ἴδιον καταλογιεῖται κλῆρον αὐτοὺς, καὶ πρός γε τούτῳ καὶ σώσει. Τίνα δὲ τρόπον; Ἀπαλλά-