Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.701
Not analysed yet
ξουσι γὰρ ἑαυτοὺς τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρίας, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν οὐκ ἔτι λατρεύσουσιν, εἴτ' οὖν εἶεν χρυσᾶ καὶ ἀργυρᾶ, εἴτ' οὖν καὶ καθ' ἕτερόν τινα τρόπον πολυτελῶς ἐκπεποιημένα. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἀνεπτόητο περὶ ταῦτα τῶν ἀνθρώπων τὸ γένος, καὶ οἱ μὲν τῇ κτίσει λελατρεύκασι, καὶ τοῖς τοῦ κόσμου στοιχείοις τὴν τῷ Θεῷ πρέπουσαν δόξαν ἐκνενεμήκασι, καθὼς ὁ προφήτης· Τὸ ἀργύριον αὐτῶν, καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα. Ἐπιλάμψαντος δὲ τοῦ Χριστοῦ τῶν οὕτως αἰσχρῶν καὶ μυσαρῶν ἐγκλημάτων ἐλευθέρα γέγονεν ἡ σύμπασα γῆ. Καθῄρηνται γὰρ τεμένη, καὶ βωμοὶ, καὶ τὰ χειροποίητα, καὶ γέγονεν ἐκποδὼν ἡ πάλαι τοῦ Σατανᾶ, πᾶσαν τὴν γῆν καταμιαίνουσα πλάνη. Ἀνῃρημένων δὴ οὖν τῶν χειροποιήτων, φησὶν, συνδιολεῖται τῇ πλάνῃ καὶ ὁ ταύτης εὑρετὴς, τοῦτ' ἔστιν, ὁ Σατανᾶς ὁ νοητὸς Ἀσσοὺρ, ἤγουν ὁ Ἀσσύριος. Πεσεῖται γὰρ οὐκ ἀνδρὸς μαχαίρᾳ πληττόμενος, καὶ δείλαιος ἔσται, κατοιχήσεται γὰρ εἰς ᾅδου ταῖς ἄλλαις ὁμοῦ δυνάμεσι πονηραῖς. Τουτὶ γὰρ ἡμῖν ὑπεμφαίνει λέγων· Οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, τοῦτ' ἔστιν, Οἱ ἰσχυροὶ καὶ κρατοῦντες ἐκ πλεονεξίας τῶν ἐπὶ τῆς γῆς, ἡττηθήσονται καὶ πεσοῦνται. Πῶς ἢ τίνα τρόπον; Πέτρᾳ γὰρ περιληφθήσονται ὡς χάρακι. Πέτραν ἐν τούτοις ἡμῖν τὴν ἀῤῥανῆ καὶ ἄθραυστον τοῦ Σωτῆρος δύναμιν ὀνομάζει. Οὐκοῦν τῇ θείᾳ δυνάμει, καθάπερ τινὶ πέτρᾳ συνειλημμένοι, καὶ ὡς χάρακι, ἤτοι χαρακώσει, καὶ περιβολῇ, παραχωρήσουσι τὸ νικᾷν, καὶ οὐκ ἄν τις αὐτῶν διαφύγοι. Ἀλώσεται γὰρ πάντη τε καὶ πάντως, κἂν εἴ τις ἕλοιτο τοῦτο δρᾷν. Σημαίνει γὰρ, οἶμαι, τοῦτο τὸ, Ὁ δὲ φεύγων ἁλώσεται. Τίς οὖν ἄρα λοιπὸν ἐξ αὐτῶν ὁ σωζόμενος, εἰ περιληφθήσονται μὲν ὡς χάρακι τῇ πέτρᾳ, φυγῆς δὲ αὐτοῖς οὐδεὶς τὸ σύμπαν δοθήσεται τόπος; Κατώρθωκε δὲ ταῦτα τοῦ Σωτῆρος ἡ δύναμις, καταργήσασα μὲν τὸν Ἀσσοὺρ, τοῦτ' ἔστι, τὸν Σατανᾶν, συγκαθελοῦσά τε τούτῳ καὶ τὰς σὺν αὐτῷ δυνάμεις πονηρὰς, καὶ οἷον χάρακι περιβαλοῦσα, καὶ ἀπράκτους ἀποφήνασα, καὶ τοῖς ᾅδου μυχοῖς κολασθησομένας ἐγκαθειργνῦσα αὐτάς. Τάδε λέγει Κύριος· Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ. Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι. Καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ· καὶ κρυβήσεται ὡς ἐφ' ὕδατος φερομένου, καὶ φανήσεται ἐν Σιὼν, ὡς ποταμὸς φερόμενος ἔνδοξος, ἐν γῇ διψώσῃ. Ἀναφανδὸν ἐν τούτοις ὁ μακάριος προφήτης τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ἀναφωνεῖ τὸ μυστήριον. Μακαρίους γὰρ ἔσεσθαί φησι τοὺς κατ' ἐκεῖνο καιροῦ κατοικήσαντας τὴν Σιών· δῆλον δὲ ὅτι τὴν νοητὴν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. Μακάριοι γὰρ ἀληθῶς, καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ὁ Σωτὴρ πληροφορήσει λέγων τοῖς πιστεύσασιν εἰς αὐτόν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.» Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσι. Οὐκοῦν οἱ ἐσχηκότες, φησὶν, οἰ-