Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.704
Not analysed yet
κειότητα τὴν διὰ πνεύματος πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ καρποφορήσαντες ἐν τῇ νοητῇ Σιὼν, καὶ οἰκείους ἐσχηκότες ἐν Ἱερουσαλήμ· οὐχ ἑτέρα δὲ παρὰ τὴν Σιὼν αὕτη· τρισμακάριοί τε καὶ ἐν παντὶ γεγόνασι καλῷ. Ἐσχήκαμεν δὲ καὶ ἡμεῖς οἰκείους, τοὺς κατὰ πνεῦμα δηλονότι, τοὺς ἁγίους μυσταγωγούς. Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι. Βεβασίλευκε γὰρ ἡμῶν ὁ Χριστὸς ὁ δίκαιός τε καὶ ἄμωμος, καὶ δικαιοσύνης ἁπάσης βραβευτὴς, καὶ τῶν ὑπὲρ νόμον εἰσηγητής. Ἦρξαν δὲ καὶ μετὰ κρίσεως ἄρχοντες. Τὸ δὲ, μετὰ κρίσεως, ἀντὶ τοῦ, κεκρυμμένως, φησίν. Ἔσται γε μὴν ὁ δίκαιος βασιλεὺς ἄνθρωπος μὲν καὶ ἀδελφὸς κατὰ πάντα τοῖς ἐπὶ τῆς γῆς· Θεὸς γὰρ κατὰ ἀλήθειαν. Ὁ γάρ τοι Λόγος γέγονε σὰρξ, κατὰ τὰς Γραφάς. Ἔσται δὲ κρύπτων τοὺς λόγους αὐτοῦ. Πλεῖστα γὰρ ὅσα λελάληκεν ἐν παραβολαῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὃς καὶ διὰ φωνῆς τοῦ Δαβὶδ αὐτὸ δὴ τοῦτο προανακεκράγει λέγων· «Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς.» Καὶ οὐχὶ τοῦτο μόνον φησὶν, ἀλλὰ γὰρ καὶ κρυβήσεται, ὡς ἀφ' ὕδατος φερομένου. Ὕδατι φερομένῳ πάλιν, ἢ τοῖς ποταμίοις νάμασι ῥαγδαίως τῆς γῆς καταχεομένοις, παρεικάζειν ἔθος τοῖς ἱεροῖς Γράμμασι τῶν πειρασμῶν τὴν ἔφοδον. Ὅταν τοίνυν κατεπιφύωνται, φησὶν, αὐτῶν πειρασμοὶ, εἶέν τε καθάπερ ὕδωρ φερόμενον, αὐτὸς κρυβήσεται, τοῦτ' ἔστιν, ἀνάλωτος ἔσται ταῖς τῶν πειραζόντων ἐπιβουλαῖς. Ἔφη δέ που καὶ ὁ Δαβὶδ περὶ αὐτοῦ, ὅτι «Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.» Πλειστάκις μὲν γὰρ ἐπεβούλευσαν οἱ τῶν Ἰουδαίων δῆμοι, παροτρυνόντων εἰς τοῦτο αὐτοὺς τῶν τότε καθηγεῖσθαι λαχόντων, Γραμματέων τε φημὶ καὶ Φαρισαίων. Ἀλλ' οὐκ ἧν ὑπομεῖναί τι τῶν εἰωθότων λυπεῖν ἀβουλήτως Χριστόν. Οἱ μὲν γὰρ ἐλίθαζον, ὁ δὲ, καθὰ φησὶν ὁ μακάριος εὐαγγελιστὴς, ἐπορεύετο διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως, τοῦτ' ἔστι, οὐ πεφροντικώς. Ἔσται δὲ τοῖς ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Δεδιψηκόσι γὰρ τοῖς ἐξ ἐθνῶν κεκλημένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ τὸν εἰδότα σώζειν οὐκ ἔχουσι λόγον, γέγονεν οἷά τις ποταμὸς πλουσίῳ καταχεόμενος νάματι, καὶ πρός γε τούτῳ καὶ ἔνδοξος, τοῦτ' ἔστιν, ἐπίσημος. Πλεῖστοι μὲν γὰρ καὶ ἕτεροι κέκληνται ποταμοί. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ τοὺς ἁγίους μυσταγωγοὺς, καὶ τοὺς ἄνωθεν ἐξ οὐρανοῦ ποτίζοντας λόγον, τοὺς τὴν πίστιν προσιεμένους ποταμοῖς παρεικάζων ἔφασκεν· «Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ἐξάκουστοι μὲν γὰρ αἱ τῶν ἁγίων ἀποστόλων φωναί. Ἀλλ' οὐδεὶς αὐτῶν ἔνδοξος οὕτω, καθάπερ ἀμέλει καὶ ὁ χειμάῤῥους τῆς τρυφῆς, τοῦτ' ἔστι, Χριστός. Παρ' αὐτοῦ γὰρ καὶ τοῖς ἄλλοις ἅπασι δεδόσθαι φαμὲν τὸ ἐπιτηδείως ἔχειν πρός γε τὸ δύνασθαι μυσταγωγεῖν, καὶ τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον ταῖς τῶν πιστευόντων ἐνιέναι ψυχαῖς. Καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ' ἀνθρώποις,