Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.705
Not analysed yet
ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν· καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην, καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου, Σίγα. Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν, τοῦ διαφθεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι, Ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται, καὶ καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις, καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει. Οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μένει. Ἁρμόσειεν ἂν εὖ μάλα τῶν προκειμένων ἡ δύναμις τοῖς τε ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως, καὶ τοῖς ἐξ αἵματος Ἰσραήλ. Οἱ μὲν γὰρ τοῖς ψευδωνύμοις λελατρευκότες θεοῖς, ἀνθρώποις ἐπιθαρσήσαντες, οἳ γεγόνασι παρ' αὐτοῖς δοκήσει σοφίας ἔχοντες δόξαν, καὶ ὑπόληψιν τῆς εἰς ἄκρον ἐλλογιμότητος παρεκομίσθησαν εἰς ἔκτοπόν τε καὶ κίβδηλον νοῦν. Πεπλάνηνται γὰρ καὶ εἰρήκασι τῷ ξύλῳ· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με· καὶ Θεοὺς ἐπεγράφοντο τοὺς οὐκ ὄντας θεούς. Ἰουδαῖοί γε μὴν τοῖς καθηγεῖσθαι λαχοῦσι προσεσχηκότες, οὐ παρεδέχοντο τὴν πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ᾬοντο γὰρ οἱ τῶν ἱερῶν Γραμμάτων ὄντες ἐπιστήμονες, ἄμεινον ὃ αὐτοὶ βεβούλευνται, καὶ οὐκ ἠγνοήκασι τὸ Θεῷ δοκοῦν καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν. Οὐκέτι τοίνυν ἔσονται, φησὶν, ἐπ' ἀνθρώποις πεποιθότες, παρέξουσι δὲ τὰ ὦτα πρός γε τὸ δεῖν τὸν τοῦ Σωτῆρος ἐπακροᾶσθαι λόγον, καὶ ἡ τῶν ἀσθενούντων καρδία ποτὲ λοιπὸν ἀνδρυνθεῖσα πρὸς σύνεσιν προσέξει τοῦ ἀκούειν, αἱ δὲ γλῶσσαι αἱ ψελλίζουσαι, τοῦτ' ἔστιν, αἱ λαλεῖν ὀρθῶς οὐκ εἰδυῖαί ποτε· ψελλισμὸς γὰρ οἱονεί πως ἐστὶ τὸ μηδὲν μὲν δύνασθαι λαλεῖν τῶν εἰς δόξαν Θεοῦ, δαπανᾷν δὲ λόγους εἰς ὑμνολογίαν τῶν ψευδωνύμων· μαθήσονται, φησὶ, λαλεῖν εἰρήνην. Λαλεῖν εἰρήνην, οὐδὲν ἕτερόν ἐστιν, ἢ διὰ γλώσσης ἔχειν Χριστόν τε καὶ τὰ αὐτοῦ· καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν κατὰ τὰς Γραφάς. Ψελλισμὸς δὲ τοῖς ἐξ Ἰσραὴλ, τὸ μὴ ἀνέχεσθαι λαλεῖν τὸ Χριστοῦ μυστήριον· ἀειλογεῖν δὲ τὸν νόμον, καὶ τὰς ἐν αὐτῷ σκιὰς, καὶ *διδασκάλων. Ἀλλὰ καὶ οὗτοι πεπαύσονται, φησὶ, καὶ ἅπας αὐτοῖς γενήσεται λόγος περὶ Χριστοῦ. Ὅτι δὲ τῶν ἀρχαίων οὐκ ἀνέξονται διδασκάλων, διαμεμήνυκεν εἰπών· Καὶ οὐκέτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν. Μωροὶ γὰρ ὁμολογουμένως οἱ παρ' Ἕλλησι σοφοί· μεμώραται γὰρ ἡ σοφία τοῦ κόσμου. Μωροὶ δὲ καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ καὶ διδάσκαλοι, τὸ διὰ τῆς ἐν νόμῳ σκιᾶς γραφόμενον οὐκ ἐπεγνωκότες, καὶ τοὺς τῶν ἁγίων προφητῶν οὐ συνιέντες λόγους. Οὐκ ἐροῦσιν οὖν ἔτι τῷ μωρῷ ἄρχειν, ἀλλ' οὔτε μὴν οἱ τῶν μωρῶν ὑπηρεταὶ τοῖς παρ' αὐτῶν διδασκομένοις ἐροῦσι τὸ, Σίγα. Λελαλήκασι μὲν γὰρ ἐν Βεελζεβοὺλ οἱ ἐν κόσμῳ σοφοὶ, καὶ δογμάτων σκαιῶν, καὶ ψυχρῶν, καὶ πρός γε τούτῳ καὶ ἀνοσίων γεγόνασιν εὑρεταί. Ἀλλ' εἴ τις ἕλοιτο ταῖς ἑαυτῶν ἀντιτάττεσθαι φλυαρίαις, καὶ ὡς