Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.708
Not analysed yet
ἐκτόπως γεγενημένας κατακιβδηλεύειν αὐτὰς, ἀναπηδῶσί τινες τῶν ἐκείνοις ὑπηρετεῖν εἰωθότων, ἀναφωνοῦσί τε σιγᾷν, ἀναντιῤῥήτους εἶναι θέλοντες τὰς ἐκείνων φωνάς. Φασὶ γοῦν, ὅτι τοῖς Πυθαγόρου μαθηταῖς λαλοῦσιν ἔσθ' ὅτε ψυχρά τε καὶ καταγέλαστα, καὶ ἀπιστουμένων παρὰ πολλῶν, ἔθος ἦν λέγειν τοῦτο, Αὐτὸς ἔφατο, τοῦτ' ἔστι, Σίγα, καὶ δίδου τῷ τοῦ δόγματος εὑρετῇ καὶ ἀβασανίστως τὴν πίστιν. Οὐκέτι τοίνυν μὴ εἴπωσι, φησὶν, οἱ ὑπηρέται σου, Σίγα. Λαλήσει γὰρ ὁ μωρὸς πάντως που μωρὰ, μάταια δὲ νοήσει καὶ ἡ καρδία αὐτοῦ, ἕνα σκοπὸν ἔχουσα, τὸ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν. Πλάνησις γὰρ καὶ ἕτερον οὐδὲν, οἱ παρ' Ἕλλησιν ὕθλοι κατὰ τῆς τοῦ Θεοῦ δόξης συντεθειμένοι, πρὸς τὸ διαφθεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. Μαθητιῶσι μὲν γὰρ ἔσθ' ὅτε τινὲς, εἶτα προσιέντες ἐκείνοις ἀκατασκέπτως ὀνίνανται μὲν παντελῶς οὐδὲν, δείκνυνται δὲ μᾶλλον, καίτοι πεινήσαντες καὶ διψήσαντες, τὸ μαθεῖν που πάντως ἀναγκαῖον αὐτοῖς καὶ χρήσιμον εἰς σωτηρίαν ψυχῆς· ἀλλ' ἡ βουλὴ, φησὶ, τῶν πονηρῶν ἄνομα βουλεύσεται, καὶ εἰς τοῦτο βλέπει πρὸς τὸ ψυχὰς καταφθεῖραι ἐν λόγοις ἀδίκοις, καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει. Οἱ γὰρ τῆς κοσμικῆς σοφίας ἐρασταὶ, καὶ τῶν διεστραμμένων δογμάτων ὑπασπισταὶ, καταστρατεύονται. τῆς διδασκαλίας τῶν ἁγίων μυσταγωγῶν, οὓς καὶ ταπεινοὺς ὀνομάζει, καὶ πᾶσαν τίθενται σπουδὴν, ὥστε διασκεδάσαι τοὺς λόγους αὐτῶν, καίτοι γεγονότας ἐν κρίσει, τοῦτ' ἔστιν, οὐκ ἀτημελῶς, κεκριμένως δὲ μᾶλλον, καὶ ἐν σοφίᾳ τῇ ἄνωθεν, καὶ παρὰ Θεοῦ. Τοῦτο γὰρ, οἶμαι, διδάσκει προστιθεὶς, Οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μένει. Ἤργησε μὲν γὰρ τῶν ἐν κόσμῳ σοφῶν ἡ εὔκομπος ἀθυροστομία. Κεκράτηκε γὰρ τῶν εὐσεβῶν ἡ βουλὴ, τοῦτ' ἔστιν, ἡ μάθησις, ἤτοι τὸ κήρυγμα. Καὶ εὐσεβεῖς εἶναι φαμὲν τοὺς τὸν θεῖον καὶ εὐαγγελικὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἱερουργοῦντας λόγον. Γυναῖκες πλούσιαι, ἀνάστητε, καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες, ἐν ἐλπίδι ἀκούσατε τοὺς λόγους μου, Ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετὰ ἐλπίδος. Ἔθος τῇ θείᾳ Γραφῇ, καὶ θεοπνεύστῳ γυναικῶν πρόσωπον περιτιθέναι πλειστάκις ἢ πόλεσιν, ἢ καὶ κώμαις, ἀλλὰ καὶ μητροπόλεως οὔσης μιᾶς, θυγατέρας αὐτῆς τὰς ἑτέρας ἀποκαλεῖν, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Δαβὶδ περί τε τῆς Σιὼν ἤτοι τῆς Ἱερουσαλὴμ καὶ τῶν περιοικίδων φησίν· «Ἤκουσε καὶ ηὐφράνθη Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας·» ἀεὶ γάρ πως περὶ μητέρα τὴν ἀπασῶν ἡγουμένην εἰσὶν αἱ μικραί τε καὶ ὑπ' αὐτῇ πόλεις. Εἰσκεκόμισται τοίνυν ἐν τούτοις ἡμῖν τὸ αὐτοῦ τοῦ Σωτῆρος πρόσωπον, ταῖς τῆς Ἰουδαίας πόλεσι συμβουλεῦον καὶ λέγον· Γυναῖκες πλούσιαι, ἀνάστητε, καὶ ἀκούσατε τῆς φωνῆς μου. Προτρέπει μὲν οὖν εἰς τὸ ἑλέσθαι τιμᾷν τὸ εὐπειθὲς αὐτὰς, καὶ τοὺς παρ' αὐτοῦ προσίεσθαι λόγους, δῆλον δὲ ὅτι τὸ σωτήριον καὶ εὐαγγελικὸν κήρυγμα· πλουσίας δὲ