Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.709
Not analysed yet
αὐτὰς ἀποκαλεῖ νυνὶ μάλιστα χρησίμως, ἅτε δὴ καὶ πολυανδρούσας ἔτι, καὶ ἀμέτρητον ἐχούσας τὴν τῶν ἐνοικούντων πληθὺν, πλὴν οὐκ εἰς μακρὰν ἐσομένας ἐρήμους καὶ πενιχροτάτας, τό γε ἧκον, εἰς τὸ μηδένα τῶν ἐνοικούντων ἔχειν, εἰ μὴ τοῖς αὐτοῦ θεσπίσμασιν ὑπενεγκεῖν ἕλοιντο τὸν τῆς ἑαυτῶν διανοίας αὐχένα. Ὦ τοίνυν γυναῖκες, φησὶν, ὦ θυγατέρες, ἀκούσατε τοὺς λόγους μου ἐν ἐλπίδι, τοῦτ' ἔστιν, οὐκ ἀμισθὶ μᾶλλον, ἀλλ' ἐπ' ἐλπίδι λαμπρᾷ. Τί δὴ οὖν ἄρα τὸ προσταττόμενον; Μνείαν ποιήσασθε, φησὶν, ἡμερῶν ἐνιαυτοῦ καθ' ὃν ἐπέφανεν ὁ Χριστὸς, καὶ ἐνεκήρυξεν ἐναργῶς ταῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν πόλεσί τε καὶ κώμαις. Ἔφη γὰρ αὐτὸς διὰ φωνῆς Ἡσαΐου· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν.» Ἀνάστητε τοίνυν, φησὶν, τοῦτ' ἔστι, διαγρηγορήσατε, καὶ ἐλπίδα καλὴν προσοικισάμεναι κατὰ νοῦν μνημονεύσατε τῶν ἡμερῶν τοῦ ἐνιαυτοῦ καθ' ὃν, ὡς ἔφην, τὸ παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ γέγονε κήρυγμα. Ἐπιτάττει δὲ μὴ παρειμένως μήτε μὴν ἀμελῶς τοῦτο δρᾷν, ἀλλ' ὡς ἐν σπουδῇ καὶ μετὰ φροντίδος· κατορθοῦται γὰρ οὕτω τὰ ἀγαθά. Ἀνήλωται ὁ τρυγητὸς, πέπαυται ὁ σπόρος, οὐκέτι μὴ ἔλθῃ· ἔκστητε, λυπήθητε, αἱ πεποιθυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας, καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε. Ἐπὶ ἄγρου ἐπιθυμήματος, καὶ ἀμπέλου γενήματος, ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται. Πόλις πλουσία, οἶκοι ἐγκαταλελειμμένοι, πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμητοὺς ἀφήσουσι. Καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφροσύνη ὄνων ἀγρίων, καὶ βοσκήματα ποιμένων. Ὅτι τοῖς ἐξ Ἰσραὴλ οὐκ ἀζήμιον, μᾶλλον δὲ ἁπάσης αἰκίας καὶ συμφορᾶς ἔσται πρόξενον τὸ μὴ βούλεσθαι παρὰ Χριστοῦ προσέσθαι λόγον, διαδείκνυσιν ἐν τούτοις. Ἔμελλον γὰρ αἱ κατὰ πᾶσαν τὴν Ἰουδαίαν καταδῃωθήσεσθαι πόλεις, καταπιμπράσης ἁπάσας τῆς Ῥωμαίων χειρὸς, ὡς ὁρᾶσθαι μὲν κενάνδρους αὐτὰς, καταχερσωθῆναί τε καὶ τὰ ἐξαίρετα τῶν χωρίων, οἴχεσθαί τε πρὸς φυγὴν τοὺς διαδράναι μόλις ἰσχύσαντας, οἴκου τε καὶ πλούτου διαπεσεῖν, καὶ θηρίων ἐνδιαίτημα τὴν πολυάνθρωπον ποτὲ γενέσθαι πόλιν ἢ κώμην. Εἰ δὲ δή τις βούλοιτο καὶ πνευματικὴν ἐπὶ τοῖς προκειμένοις δέχεσθαι θεωρίαν, ἐκεῖνο συνήσει· Τρυγητὸν, ὥς γε οἶμαι, καὶ σπόρον ἀποκαλεῖ τῆς νοητῆς εὐκαρπίας τὴν δύναμιν, καθ' ἣν ἐσμὲν εὐάρεστοι τῷ Θεῷ, οὐχ οἷον ἄκανθαν τὴν πολυειδῆ τίκτοντες ἁμαρτίαν, ἀλλ' ὡς πίων τε καὶ εὔκαρπος γῆ παρὰ Θεῷ τιμώμενοι. Ἀποπεπτώκασι τοίνυν τῆς νοητῆς εὐκαρπίας οἱ τάλανες Ἰουδαῖοι· καὶ ὁ νοητὸς ἀμπελὼν ἀκανθοτόκος γέγονε γῆ. «Ἐπέμεινε γάρ, φησὶ, τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δ' ἀκάνθας.» Εἴρηται δὲ καὶ διὰ φωνῆς τοῦ προφήτου περὶ τοῦ Ἰσραὴλ, ὅτι ἀνεμοφθόρα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά. «Δράγμα