Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.712
Not analysed yet
οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον» Ἀνάλωται τοίνυν, φησὶν, ὁ τρυγητὸς, τοῦτ' ἔστιν, Οὐκέτι χρηματιεῖς ἀμπελών. Οὐδὲν γάρ σοι τῶν ὡρίμων. Πέπαυται ὁ σπόρος, οὐκ ἔσῃ καλλιτόκος γῆ καὶ καρπῶν ἡμέρων τροφή. Ταύτῃτοι καὶ λίαν εἰκότως ἔκστητε, τοῦτ' ἔστι, καταπλάγητε, καὶ θαυμάσατε. Λυπήθητε, αἱ πεποιθυῖαι. Αἱ γὰρ πάλαι μέγα φρονοῦσαι, φησὶν, ἐπὶ Θεῷ, ὅταν ἐρήμην τὴν ἑαυτῶν καρδίαν παντὸς ἀγαθοῦ καταθρήσητε, τότε δὴ τότε λυπήθητε. Ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας, καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε. Ἀπὸ ἀγροῦ ἐπιθυμήματος καὶ ἀμπέλου γενήματος. Πρόφασίς ἐστι τοῦ θρήνου, φησὶ, τὸ ἀπολέσθαι, καὶ ἠφανίσθαι παντελῶς ἀγρὸν ἐπιθυμητὸν, καὶ ἀμπελῶνα τεθαυμασμένον. Σημαίνει δὲ διὰ τούτου τὸν Ἰσραήλ. Καταλευκαίνει δὲ καὶ ἑτέρως αὐτὸ, καί φησιν, ὅτι Ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται. Κατεχερσώθη γὰρ, ὡς ἔφην, ὁ Ἰσραήλ. Ἀνῆκε γὰρ τὸν ἀμπελῶνα αὐτοῦ, καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Καὶ γέγονεν εὐφροσύνη ὄνων ἀγρίων, καὶ πονηρῶν ποιμένων βοσκήματα, τοῦτ' ἔστι, τῶν ἀκαθάρτων πνευμάτων. Οὕτω καὶ ὁ μακάριος Δαβὶδ ὡς περὶ ἀμπελῶνος τοῦ Ἰσραὴλ τοὺς λόγους περιποιούμενος πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· «Ἄμπελον, φησὶν, ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν.» Εἶτα προσεπάγει λέγων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν ἅπαντες οἱ παραπορευόμενοι τὴν ὁδόν; Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Ὅνπερ γὰρ τρόπον τὰ τῶν χωρίων κεχερσωμένα παραῤῥιπτοῦσιν οἱ κεκτημένοι, καὶ λόγος αὐτοῖς οὐδεὶς, κἂν εἰ πᾶν αὐτοῖς ἐπιφέροιτο βλάβος· οὕτω καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς ἀνίησι ψυχὴν, καὶ φειδοῦς ἁπάσης ἀποφαίνει γυμνὴν, εἰ καρπῶν ἐρήμη γένοιτο τῶν εἰς ἀγαθουργίαν. Ἕως ἂν ἐπέλθῃ ἐφ' ὑμᾶς Πνεῦμα ἀφ' ὑψηλοῦ. Καὶ ἔσται ἔρημος ὁ Χερμὲλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται. Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα, καὶ δικαιοσύνη ἐν Καρμήλῳ κατοικήσει. Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης, εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιθότες ἔσονται ἕως τοῦ αἰῶνος· καὶ κατοικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης, καὶ ἐνοικήσει πεποιθὼς, καὶ ἀναπαύσεται μετὰ πλούτου. Ἐναργῆ καθίστησι καὶ τὸν χρόνον, καθ' ὃν τῆς νοητῆς εὐκαρπίας ἔρημον ἔσται τὸ ἐξ Ἰσραὴλ ἀπειθῆσαν γένος. Μεθίστησι γὰρ τὸν λόγον ἐπί γε, φημὶ, τοὺς ταῖς εὐπειθείαις τετιμηκότας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ κεκαθαρμένους μὲν διὰ τῆς εἰς αὐτὸν πίστεως, γεγονότας δὲ καὶ ἐν μεθέξει τοῦ ἁγίου Πνεύματος. Ἔσται γὰρ, φησὶ, τὰ προηγγελμένα, καταχερσωθήσεται δὲ διὰ τὸ ἐξήνιον ὁ Ἰσραὴλ, ἕως ἂν ἐπέλθῃ ἐφ' ὑμᾶς Πνεῦμα ἀφ' ὑψηλοῦ. Ὡς γὰρ ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων ἀνέγνωμεν· «Ἦσαν πάντες συνηγμένοι ἐπὶ τὸ αὐτὸ, περὶ τὰς ἡμέρας τῆς ἁγίας Πεντηκοστῆς. Καὶ ἰδοὺ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον οὗ ἦσαν συνηγμένοι·