Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.713
Not analysed yet
καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι, ὡσεὶ πυρὸς, καὶ ἐκάθησαν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.» Ὅταν τοίνυν, φησὶν, ἔλθῃ ἐφ' ὑμᾶς τοὺς πιστεύοντας τὸ ἄνωθέν τε καὶ ἐξ ὕψους Πνεῦμα τοῦ Θεοῦ, τότε καὶ ἔρημος ἔσται ὁ Χερμέλ. Τὸ δὲ Χερμὲλ ἤτοι ὁ Κάρμηλος ὄρος ἐστὶ παμμέγεθες ἐν τῇ Ἰουδαίᾳ, καὶ ὕλῃ δατεασείᾳ κατάκομον. Παρεικάζει τοίνυν αὐτήν τε τὴν Ἱερουσαλὴμ, καὶ ἅπασαν δὲ τὴν περὶ οἰκίδα χώραν τῷ Χερμὲλ, ἅτε δὴ καὶ ἀναρίθμητον ἔχουσαν τὴν τῶν ἐνοικούντων πληθύν. Ἀλλ' ἔσται, φησὶν, ἔρημος καὶ λογισθήσεται εἰς δρυμόν. Δρυμὸν δέ φησι τὴν ἀγρίαν ὕλην, ἧς ἡ χρεία πρὸς καῦσιν. Ἐκκόπτεται γὰρ τὰ ἀνήμερα τῶν ξύλων, καὶ φλογός εἰσι τροφή. Ἐκκοπέντος δὴ τοῦ Χερμὲλ, καταλογισθέντος δὲ καὶ εἰς ἀγρίαν ὕλην, ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα. Ἔρημον δέ φησιν αἰνιγματωδῶς τὴν τῶν ἐθνῶν χώραν, ἧς καὶ ἑτέρωθι διαμέμνηται λέγων αὐτὸς ὁ προφήτης Ἡσαΐας· «Εὐφράνθητι, ἔρημος ἡ διψῶσα. Ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον.» Ἐρήμῳ δὲ παρεικάζεται διά τοι τὸ ἄκαρπον καὶ οἷον ἐψιλωμένον, καὶ ἀνεστηκὸς ἐν αὐτῇ εἶναι παντελῶς οὐδέν. Ἀλλὰ καὶ τοῦτο πεπλούτηκε. Πέφηνε καὶ εὐδενδροτάτη πνευματικῶς, ὅτι κατῴκησεν ἐν αὐτῇ Χριστός. Καὶ γοῦν ἔφη διὰ φωνῆς πάλιν τοῦ προφήτου Ἡσαΐου· «Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὕδωρ, ποταμοὺς θήσω, εἰς τὴν ἄνυδρον γῆν, κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.» Σημαίνονται γὰρ διὰ τούτων, αἱ διὰ πίστεως τῆς εἰς αὐτὸν εὐδοκιμοῦσαι ψυχαὶ, καὶ ἐς ὕψος ἠρμέναι τὸ ἐκ διαφόρου καὶ πολυειδοῦς ἀρετῆς. Ἀναπαύσεται τοίνυν, φησὶν, ἐν τῇ ἐρήμῳ κρῖμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει, ἀντὶ τοῦ, ἀγαθὸν ἐμπολιτεύσεται τῇ τε ἐρήμῳ καὶ τῷ Καρμήλῳ. Ὁ δὲ Χερμὲλ καὶ ὁ Κάρμηλος, οὐχ ἕτερόν τι, καὶ ἕτερόν ἐστιν, ἀλλ' ἓν ὄρος τὸ δι' ἀμφοῖν σημαίνεται. Πῶς οὖν ἄρα καὶ ἔρημον ἔσται καὶ εἰς δρυμὸν λογισθήσεται, καὶ ἐν αὐτῷ κατοικήσει δικαιοσύνη; Φαμὲν ὅτι οὐκ εἰς ἅπαν ἐκπέπτωκε τῆς πρὸς Θεὸν οἰκειότητος ὁ Ἰσραὴλ, σέσωσται δὲ τὸ κατάλειμμα, καὶ συναγελάζονται τοῖς ἐξ ἐθνῶν οἱ ἐξ αὐτῶν πιστεύσαντες. Καὶ κατῴκηκεν ὁ Χριστὸς ἐν τούτοις τε κἀκείνοις, ὅς ἐστι δικαιοσύνη καὶ κρῖμα. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, δικαίῳ τε δὲ καὶ ὀρθῷ κρίματι καταργηθείσης τῆς ἁμαρτίας, καὶ ἀνῃρημένου τοῦ Σατανᾶ. Τί οὖν ἐν ἐρήμῳ ἐργάσεται κατοικήσας ὁ Χριστὸς, ὅς ἐστι δικαιοσύνη, διατρανοῖ λέγων· Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης, εἰρήνη. «Ἐλθὼν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς,» ὡς ὁ Παῦλός φησιν, «εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς,» τοῦτ' ἔστιν, Ἕλλησί τε καὶ Ἰουδαίοις· ἐκράτυνε δὲ παρ' ἡμῖν ἡ δικαιοσύνη τὴν ἀνάπαυσιν. Εἰρηνεύσαντες γὰρ πρὸς Θεὸν, καὶ καταλύσαντες τὴν ἔχθραν ἐν πόλεσίν ἐσμεν ἀναπαύσεως, καὶ τῆς εἰς αἰῶνας τρυφῆς. Καὶ γεγόναμεν ἐν