Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.716.1
Not analysed yet
αὐτῷ πεποιθότες ἕως τοῦ αἰῶνος, καὶ κατῳκήκαμεν ἐν πόλει τῆς εἰρήνης, τοῦτ' ἔστιν, Ἐκκλησίᾳ Θεοῦ ζῶντος. Ἐν αὐτῇ γὰρ κατοικεῖ Χριστὸς, ὅς ἐστιν εἰρήνη, καὶ ἀναπεπαύμεθα μετὰ τοῦ πλούτου. Οἱ γὰρ πάλαι παντὸς ἀγαθοῦ πράγματος, καὶ ἀρετῆς ἁπάσης ἐν ἐνδείᾳ καθεστηκότες, οἱ ἄθεοι κατὰ τὸν κόσμον, καὶ ἐλπίδα μὴ ἔχοντες, πλούσιοι διὰ Χριστὸν ἐσμέν τε ἤδη, καὶ ἔτι μειζόνως ἐσόμεθα, τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ χαρισμάτων ἀμφιλαφεστάτην λαχόντες τὴν ἐπίδοσιν. Ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ' ὑμᾶς ἥξει. Καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς οἱ ἐν τῇ πεδινῇ. Δεδυσσεβηκότων Ἰουδαίων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τό γε ἧκον εἰς ἀνοσιότητα λογισμῶν καὶ ἐγχειρημάτων δύναμιν ἀπεκτονότων αὐτὸν, μονονουχὶ ῥαγδαιοτάτη χάλαζα, τοῦτ' ἔστι, τὰ ἐκ θείας ὀργῆς, κατὰ πάσης ἠνέχθη τῆς χώρας. Δέδοται γὰρ εἰς ἐρήμωσιν, ἥλω, καὶ πεπόρθηται, καὶ διεσπάρησαν εἰς πάντα ἄνεμον κατὰ τὴν τοῦ προφήτου φωνήν. Ὅταν τοίνυν ἡ χάλαζα κατενεχθῇ, φησὶ, τοῦτ' ἔστι, τὰ ἐκ θείας ὀργῆς, οὐκ ἐφ' ὑμᾶς ἥξει τοὺς πιστεύσαντας, καὶ τοὺς κατοικοῦντας ἐν πόλει εἰρήνης, οὔτε μὴν τὰ γενήματα τῆς δικαιοσύνης ἡμῶν καταφθερεῖ, οὔτε τοῖς ἀγαθοῖς ἡμῶν διαλυμανεῖται πόνοις, ἐν ἴσῃ δὲ τάξει πεποιθότες ἔσονται τοῖς κατοικοῦσιν ἐν τοῖς δρυμοῖς καὶ οἱ ἐν τῇ πεδινῇ· καὶ τί δὴ τοῦτό ἐστιν; Ἡ μὲν γὰρ δασέσι ξύλοις κατάκοσμος γῆ τραχεῖά πώς ἐστι καὶ οὐκ εὐήροτος. Ἡ δέ γε ὑπτία καὶ ὁμαλὴ τοῖς γηπονεῖν εἰωθόσιν, ἐπιτηδεία πρὸς τὴν ἐδωδίμων σπερμάτων γένεσιν. Θεοῦ τοιγαροῦν κατανεύοντος ἔσται τὰ πάντα ἐν εὐκαρπίαις, καὶ σπερμάτων ἡμέρων τροφὸς ἡ πάλαι τραχεῖα δειχθήσεται γῆ. Καρποφορεῖ γὰρ τὰ πάντα διὰ Χριστὸν, νοητῶς δὲ δηλονότι καὶ πνευματικῶς. Καὶ σπείρει μὲν ἐπ' ἀκάνθαις οὐδείς. Νεώσαντες δὲ νεώματι κατὰ τὴν τοῦ προφήτου φωνὴν, σπείρωμεν εἰς δικαιοσύνην, ζῶντες μὲν οὐκ ἔτι κατὰ σάρκα καὶ φιληδόνως, πολιτευόμενοι δὲ μᾶλλον εὐαγγελικῶς. Μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Παρενηνεγμένου τοῦ λόγου πρὸς τὰ ἐκ τῆς γηπονίας ἔργα, καὶ τὰς ἐν ἀγροῖς εὐκαρπίας, ἐπιμένει τῇ μεταφορᾷ, καὶ μακαρίους ὀνομάζει τοὺς σπείροντας ἐφ' ὕδωρ, οὗ βοῦς, καὶ ὄνος πατεῖ. Ὕδωρ μὲν γὰρ ἡ θεόπνευστος Γραφὴ, τὸν θεῖον ἡμῖν καὶ οὐράνιον ὀνομάζει λόγον, καὶ τὸν τῶν ἁγίων μυσταγωγόν. Λαλοῦσι γὰρ ἐν Πνεύματι καὶ αὐτοί. Καὶ πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· «Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Ἐπειδὴ γάρ ἐστι ζωοποιὸς ὁ τοῦ Θεοῦ λόγος, ὕδατι ταύτῃ τοι καὶ μάλα εἰκότως παρεικάζεται. Ζωοποιὸν γὰρ τὸ ὕδωρ, καὶ ἁπάσης πρόξενον εὐκαρπίας. Τῶν τοιούτων οὖν ὑδάτων τὴν νοητὴν ἔχοντες χορηγίαν γεωργεῖν εἰθίσμεθα τὰ εἰς ἀρετήν. Καὶ τοῖς κατ' εὐσέβειαν πόνοις ἐνιδροῦν σπουδάζομεν, ἐν τούτοις τοῖς ὕδασι βοῦς καὶ ὄνος πατεῖ· τοῦτ' ἔστιν, ὅ τε ἐξ Ἰουδαίων λαὸς, καὶ μέν τοι καὶ ἐξ ἐθνῶν. Δεδικαίωκε γὰρ ὁ Θεὸς περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. Καὶ ὡς ὁ Παῦλός φησι· «Τὸ μεσό-