Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.717
Not analysed yet
τοιχον τοῦ φραγμοῦ λύσας, καὶ τὸν ἐν δόγμασιν ἐντολῶν καταργήσας νόμον, ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην. Καὶ ἀποκατήλλαξε τῷ Θεῷ ζυγὸν ἐπιθεὶς ἀμφοτέροις ἕνα, καὶ συνάψας εἰς ὁμοψυχίαν, διὰ πίστεως καὶ ἀγάπης καὶ ἁγιασμοῦ.» Καὶ βοῒ μὲν παρεικάζει τὸ ἐξ Ἰουδαίων ἔθνος· καθαρὸν γὰρ ζωὸν κατὰ τὸν νόμον ὁ βοῦς· ἀνεκομίζετο δὲ καὶ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ. Ὅ γε μὴν ὄνος ἀκάθαρτος. Καὶ γοῦν τὰ πρωτότοκα προστεταχὼς τῶν κτηνῶν προσκομίζεσθαι τῷ Θεῷ· «Ἁγιάσεις γάρ μοι, φησὶ, πᾶν πρωτότοκον διανοῖγον μήτραν . . . . . . . . . «ὄνου ἀλλάξεις προβάτῳ·» πλὴν εἰ καὶ ἀκάθαρτος ἦν διὰ τὸ πεπλανῆσθαι τυχὸν ὁ ἐξ ἐθνῶν λαὸς, ἀλλ' οὖν ἡγιάσθη διὰ πίστεως. Ἐν Χριστῷ γὰρ δεδικαίωται, ἀπενίψατο τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ῥύπους διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ ἀναμὶξ, ὡς ἔφην, τοῖς ἐξ Ἰσραὴλ, τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑπενήνεκται ζυγοῖς. Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς· ὑμᾶς δὲ οὐδεὶς ποιεῖται ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ. Ἁλώσονται οἱ ἀθετοῦντες, καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐπὶ ἱματίου, οὕτως ἡττηθήσονται. Μακαρίους ὀνομάζει τοὺς σπείροντας ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Ἐλέγομεν δὲ σημαίνεσθαι διὰ τούτων τούς τε ἐξ Ἰουδαίων, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν διὰ τῆς πίστεως κεκλημένους εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ. Ἀλλ' ἦν εἰκὸς διαλογίζεσθαι τινὰς, καὶ μὴν καὶ φράσαι· Εἶτα πῶς οἱ τοιοίδε μακάριοι διωκόντων αὐτοὺς τῶν φρονούντων τὰ ἐν κόσμῳ, καὶ ἀφορήτοις μὲν περιστάσεσι περιβαλόντων ἀεὶ, κατακομιζόντων δὲ καὶ εἰς αὐτὸ τὸ τεθνάναι πολλάκις; Ἀνανήφει τοίνυν ὁ λόγος εἰς παράκλησιν τῶν πεπιστευκότων καί φησιν· Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους. Τὸ μὲν γὰρ παθεῖν διὰ Χριστὸν τοῖς ἁγίοις εὐκλεὲς, τοῖς γε μὴν ἐπιφέρουσι τοὺς διωγμοὺς, ὀλέθρου τὸ χρῆμα πρόξενον. Ἑαυτοὺς οὖν ἄρα ταλαιπώρους ἀποφαίνουσι, καὶ οὐχὶ δὴ μᾶλλον τοὺς πεπονθότας, εἴπερ οἱ συμπάσχοντες συμβασιλεύσουσι τῷ Χριστῷ. Ἀλλὰ κἂν εἴ τις ὑμᾶς ἀθετήσειε, φησὶν, ἑαυτὸν καὶ οὗτος ἀθετεῖ. Ἁλώσονται γὰρ οἱ τοῦτο δρᾷν εἰωθότες, τοῦτ' ἔστιν, οὐ διαφεύξονται τὰ ἐκ τῆς θείας ὀργῆς· ἔσονται δὲ ταῖς ἐπενεχθησομέναις αὐτοῖς δίκαις οἱονεὶ πρὸς κατάβρωσιν, καθάπερ ἀμέλει καὶ ἱμάτιον ὑπὸ σητός. Οὐκοῦν ὁ μὲν πόνος τοῖς ἁγίοις, ὡς ἔφην, τῶν εἰς αἰῶνα πρόξενος ἀγαθῶν. Τό γε μὴν ἑλέσθαι κακοῦν τοὺς ἀνακειμένους τῷ Θεῷ, τοῖς τοῦτο πράττουσιν οὐκ ἀζήμιον. Μᾶλλον δὲ τῆς ἁπασῶν ἐσχάτης πρόφασις ἔσται δίκης. Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν. Ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως. Θεοῦ τοῖς ἁγίοις προσπεφωνηκότος· Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς· ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους· ἐκ πολλῆς ἄγαν περιχαρείας αὐτοὶ μονονουχὶ, καὶ ἀνασκιρτῶντές φασιν· ὅτι τῶν ἀπειθεῖν ἑλομένων ἀνόνητος ἔσται πᾶς πόνος, καὶ ὅτι πολλὴν νοσοῦντες τὴν ἀκαρπίαν βαδιοῦνται πρὸς ὄλεθρον, σωτηρίας δὲ