Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.720
Not analysed yet
τῆς δοθησομένης αὐτοῖς ἔσται που πάντως κατὰ καιροὺς ἡ ἀνάδειξις. Πᾶσα γὰρ δύναμις αὐτῶν ἐν Χριστῷ. Κἂν εἰ δοκοῖεν ὅλως ἀσθενῆσαί ποτε κατά γέ φημι τὸ διώκεσθαι παρ' ἐχθρῶν, ἀλλ' οὖν τότε δὴ μάλιστα τῆς εἰς αὐτοὺς ἡμερότητος, καὶ τῆς ἄνωθεν ἐπικουρίας ἐμφανίζει τὸ μέγεθος ὁ σώζειν εἰδώς. Οὐκοῦν ἐν καιρῷ θλίψεως ἡ σωτηρία τοῖς ἁγίοις μάλιστα μυσταγωγοῖς. Καὶ τοῦτο δείξει γράφων ὁ πάνσοφος Παῦλος· «Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.» Καὶ μὴν καὶ πρὸς αὐτὸν ὁ τῶν ὄλων Σωτήρ· «Ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοί. Ἀπὸ τοῦ φόβου σου καὶ ἀπὸ τῆς ὑψώσεώς σου διεσπάρησαν εἰς τὰ ἔθνη· Νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου. Ὃν τρόπον ἐάν τις συνάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν. Ὅτι πάντη τε καὶ πάντως ἀπειθεῖν ἑλομένοις τοῖς ἐξ Ἰσραὴλ, καὶ τὴν εἰς Χριστὸν πίστιν οὐ προσιεμένοις τὰ πάντων αἴσχιστα παθεῖν συμβήσεται· καὶ οὕτως μὲν ὁ διὰ Μωσέως παρακεκράγει νόμος, οὐδὲν δὲ ἧττον καὶ οἱ διὰ τῶν ἁγίων προφητῶν ἐμφανίζουσι λόγοι. Καὶ μὴν καὶ αὐτὸς ἔφη Χριστός· «Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· Πέσατε ἐφ' ἡμᾶς.» Διὰ τὴν φωνὴν τοίνυν, φησὶ, τοῦ φόβου σου, τοῦτ' ἔστι, τὴν καταπτοοῦσαν εἰς φόβον, ἐξέστησαν λαοὶ, τὸ δὲ, ἐξέστησαν, ἀντὶ τοῦ, κατεπλάγησαν, φησί. Πεπόνθασι δὲ τὴν κατάπληξιν. Τίνα τρόπον; Ἀπό γε, οἶμαι, τοῦ μεγέθους τῆς συμφορᾶς. Τὰ γὰρ ἀφόρητα τῶν κακῶν, ἔξω τίθησι φρενὸς, καὶ οἷον ἀσύνετον ἀποφαίνει τὸν πεπονθότα. Εἰ δὲ δή τις ἕλοιτο τὸ, ἐξέστησαν, καὶ καθ' ἕτερον τρόπον χρῆναι νοεῖν, κατασημήνειεν ἂν ἡ φωνὴ, ἀντὶ τοῦ, ἕξω τῆς ἐνεγκούσης γεγόνασιν. Οὕτω δὲ διεσπάρησαν εἰς πάντα τὰ ἔθνη. Καὶ μέχρι μὲν τούτων ἡ τῶν ἁγίων προφητῶν φωνὴ, τὸ δέ γε τοῦ Θεοῦ πρόσωπον εἰσφέρεται παραχρῆμα λέγον αὐτοῖς, δηλονότι τοῖς ἐκπεπληγμένοις καὶ διεσπαρμένοις, ὅτι Νῦν συναχθήσεται τὰ σκῦλα ὑμῶν, μικροῦ καὶ μεγάλου. Οὐ γὰρ εἰς μακρὰν, φησὶ, παραδοθήσεσθε τοῖς ἐχθροῖς, οὐδὲ εἰς ὑπερθέσεις βαδιεῖται τὸ ἀπειλούμενον. Ἀλλ' αὐτίκα δὴ μᾶλλον πορθηθήσεσθε μικρός τε καὶ μέγας. Οὕτω τε ὑμᾶς οἱ καταδῃοῦντες συλλέξουσιν, ὡς ἂν εἰ καί τις τῶν ἐν ἀγροῖς τὴν τῶν ἀκρίδων συναγείραι πληθὺν, οὐ σὺν πόνῳ τὸ χρῆμα πληρῶν, ἀπονητὶ δὲ μᾶλλον, καὶ οἷον ὡς ἐν ἀθύρματι. Φαίη δ' ἄν τις αὐτὸ δὴ τουτὶ πεπονθέναι τὸν Ἰσραὴλ, καὶ πνευματικῶς παραδοθέντα τῷ Σατανᾷ, καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καθάπερ τισὶ πολεμίοις εἰς διαρπαγὴν, καὶ εἴς γε τὸ δεῖν ἀκρίδων δίκην ἐμπαίζεσθαι. Ἅγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς. Ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης. Ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοφία, καὶ ἐπιστήμη, καὶ εὐσέβεια πρὸς τὸν Κύριον· οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης.